# Excerpta in Psalmos [Dub.] 8-4

Origen, Excerpta in Psalmos [Dub.], ΨΑΛ. Ν΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/excerpta-in-psalmos-dub/8-4

Στίχ. η΄. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας. Ὁ νοῦς οὗτος· Σὺ, φησὶ, Κύριε, ἀληθὴς ὢν καὶ ἀλήθειαν ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διάγειν, ἀποκαθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας· καὶ οὕτως ἀποκαθαρίσεις ὡς ὑπὲρ χιόνα λευκανθῆναι· ἡ δὲ ἀποκάθαρσις ἡμῖν διʼ ὑσσώπου γενήσεται· ὑσσώπῳ δὲ ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργεια ἀφομοιοῦται, θερμαίνουσα καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσα· ἰδοὺ γὰρ ἀποταξαμένου μου τῷ Σατανᾷ. — Ἠγάπησας. Σοφία μὲν τοῦ Πατρὸς δηλονότι ὁ Λόγος· ἄδηλα δὲ καὶ κρύφια τοῦ Λόγου, ὁ τῆς ἐνανθρωπήσεως Λόγος· καὶ ἐπὶ τούτοις πᾶσιν ἀμελήσας ὠλίσθησα καὶ κατέπεσον. Οὕτω δὲ, φησὶ, κρινεῖς· καὶ τοὺς μὲν κολάσεις, τοὺς δὲ στεφανώσεις, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις· τὴν δὲ ἀλήθειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος (81) συγγνώμην τοῖς αἰτοῦσι τὰ φάρμακα· ὅτι σοφιστικῶς ἕξει γεγυμνασμένος ἐπὶ θεωρίᾳ τῆς ἀληθείας· τὸ μέγεθος αὐτῆς γνοὺς, ἀγάπην πρὸς ἑαυτὴν ἔσχε τελείαν· οἱ μὴ γὰρ τοῖς ψεύδεσιν ἐγγυμνασάμενοι, διορατικώτεροι γεγενημένοι καθορῶσι τῆς ἀληθείας τὸ ἀξιάγαστον κάλλος· οἷός ἐστι Μωϋσῆς καὶ Δανιήλ· μετὰ γὰρ τὸ πειραθῆναι σοφιστικῶν λόγων, ἐπʼ αὐτὴν τὴν ἀληθῆ σοφίαν ἀναβάντες, ὑπὸ τοῦ Θεοῦ μαρτυρίαν ἔσχον, ὡς ὄντες τέλειοι σοφοί· δηλώσαντος αὐτοῖς τοῦ Θεοῦ τὰ ἄδηλα καὶ κρύφια τῆς σοφίας αὐτοῦ, ὡς μηδὲν αὐτοῖς ἀσαφὲς ἢ ἀπεσκιασμένον εἶναι· ταύτης τῆς ἕξεως καὶ ὁ Λαυῒδ τυγχάνειν . . . διὰ τοῦ προκειμένου στοίχου· Οὐ γὰρ μόνον με τοῖς βιωτικοῖς ἐνίδρυσας θώκοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μικρὸν ἐσόμενα προδεδήλωκας, καὶ τὰ τοῖς ἅλλοις ἀπόῤῥητα ἐμοὶ δῆλα πεποίηκας, τήν τε τοῦ Μονογενοῦς σου ἐνανθρώπησιν, καὶ τῆς οἰκουμένης ἐκεῖθιν τὴν σωτηρίαν.

---

Origen, Excerpta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg074.local001/.
