# Excerpta in Psalmos [Dub.] 8-38

Origen, Excerpta in Psalmos [Dub.], 8 to 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/excerpta-in-psalmos-dub/8

Στίχ. η΄. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Στίχ. θ΄. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν, ψεκτάς τε πράξεις καὶ ἀσεβὲς φεύγοντα φρόνημα. Οἰκουμένην δὲ νοήσεις τὴν Ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἱοῦ, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατήρ μου ἐλευσόμεθα, καὶ μονὴν παρʼ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ τοὺς λοιποὺς παρὰ τὴν Ἐκκλησίαν. Στίχ. ιβ΄. Ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιών. Καὶ ἄλλως δέ· ἐν πάσῃ ψυχῇ Σιὼν οὔσῃ καὶ σκοπευτηρίῳ Θεὸς κατοικεῖ. Ἐκζητεῖ δὲ τὰ αἵματα τῶν ἐθνῶν ἀποκτεινάντων αὐτὰ, καὶ μιμνήσκεται αὐτῶν ἀναστὰς αὐτά. Οὐκοῦν τό· Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἤχου, ἐπὶ τὰς ῥομφαίας ἀνενεχθήσιται. Ἐκείνων δὲ μέμνηται, ὦν ἐγένετο καταφυγή. Στίχ. λγ΄. Ἀνάστηθι, Κύριε ὁ Θεός μου· ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Ἐκ δὲ τῶν δυσσεβῶν τούτων ῥημάτων ἀνιαθεὶς ὁ dolore aectus Propbeta, προφήτης, πάλιν εὔχεται λέγων ταῦτα, δεῖξαι τῇ πείρᾳ τὸν Θεὸν αἰτῶν, ὡς οὐκέτι λέλησται τῶν πτωχῶν. Καὶ τῆς τοῦ ἀσεβοῦς δὲ βλασφημίας ὑπέμνησε λέγων· Στίχ. λη΄. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε· τῇ ἐτοιμασίᾳ τῆς καρδίας αὐτῶν πρόσεχε τὸ οὖς σου. Ἐπεθύμουν γὰρ συντριβῆναι τοῦ ἁμαρτωλοῦ τὸν βραχίονα, καὶ τῆς αὐτοῦ τυραννίδος ἐλευθερωθῆναι· ὃ δὴ καὶ γέγονεν. Ἐπιθυμία δὲ διανοίας ἀγαθῆς ἐνεργής ἐστι προσευχή. Ἥν ἰδὼν ὁ καρδιογνώστης. ἐπλήρωσεν. Ἑτοίμην γὰρ εἶχον πρὸς τὸ σωθῆναι καρδίαν, καὶ τῆς ἐπηγγελμένης βασιλείας τυχεῖν.

---

Origen, Excerpta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg074.local001/.
