# Excerpta in Psalmos [Dub.] 9-2

Origen, Excerpta in Psalmos [Dub.], ΨΑΛ. ΛϚ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/excerpta-in-psalmos-dub/9-2

Στίχ. θ΄. Οἱ δὲ ὑπομένοντες τὸν Κύριον κληρονομήσουσι γῆν. (68) Ἐπειδὴ εἰώθαμέν πως ἀεὶ τῶν πονηρῶν ἀπανἱστασθαι, τῷ τοῦ κολάζεσθαι δέει συνωθούμενοι πρὸς τὸ ἄμεινον, ἐφέσει δὲ τῶν παρὰ Θεοῦ χαρισμάτων συνελαύνεσθαι εἰς τὸ διαζῇν εὐνόμως· διὰ τοῦτο, δείξας ὁ ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπάγει, ὅτι Οἱ τὸν Κύριον ὑπομένοντες, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομονῆς τὸν εὐδόκιμον κατορθοῦντες βίον, κληρονομήσουσι γῆν, ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς ὑπὸ κατάραν γεγενημένης, ἢν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος αὐτήν· ἀλλὰ γῆν ἐκείνην, τὴν τοῖς ἀγίοις ηὐτρεπισμένην. Κλῆρος γὰρ αὐτοῖς ἡ τῶν ἁγίων καλλίπολις, ἡ ἰερά τε καὶ ἄνω, ἧς κληροδότης Θεός. (69) Ὥσπερ δέ ἐστιν ὁ Σωτὴρ σοφία, Λόγος, εἰρήνη καὶ δικαιοσύνη, οὕτως καὶ ὑπομονή. Γέγραπται γάρ· Καὶ νῦν τίς ἡ ὑπομονή μου; Οὐχὶ Κύριος; Ἀφʼ οὗ ἀρύεσθαί ἐστι καὶ λαμβάνειν πάντα, ἂ λέγεται εἶναι κατὰ τὰς Γραφὰς ὁ Χριστός. Ὡς γὰρ μετοχῇ αὐτοῦ δίκαιοι γινόμεθα καὶ σοφοὶ, καὶ εἰρηνεύομεν· οὕτως καὶ μετοχῇ αὐτοῦ ὑπομένομεν. Ἡσύχαζε οὖν ὑπομένων καὶ ἐκδεχόμενος τὸν Θεὸν, μὴ ταραττόμενος τοῖς παροῦσι.

---

Origen, Excerpta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg074.local001/.
