# Expositio in Proverbia (fragmenta e catenis) 8

Origen, Expositio in Proverbia (fragmenta e catenis), CAP. III.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/expositio-in-proverbia-fragmenta-e-catenis/8

Οὔτε ἔφοδος, φησὶ, πονηρῶν λογισμῶν φοβήσει τὸν γεγονότα σοφὸν, οὕτε ἀσεβεῖς ἔξωθεν ἐπιόντες τὴν αὐτοῦ καθαιρήσουσι δύναμιν, ἐρημῶσαι θέλοντες τῶν φύσει καλῶν· τὸν γὰρ ἀνάλωτον οὐδεὶς δυνήσεται λαβεῖν· καίτοι, τί τοῦ ἀσεβοῦς αὐθαδέστερον; Ἀλλὰ καὶ αὐτοῦ φησι τοῦ παντοδαποῦ θηρίου περιγενήσῃ, πρᾶος ὢν καὶ ἐπιεικὴς, τοῦ Κυρίου ὄντος μετὰ σοῦ· ἐντεῦθεν δὲ μανθάνομεν, ὡς ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας, νύκτωρ ἡμῖν συμβαινούσας, ἢ καὶ θεωρητικῶς· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῶν ἐν τῇ μεταστάσει πονηρῶν κατηγοριῶν, καὶ τῶν ἐν τῇ κρίσει βλαπτικῶν κολάσεων περιαιρεῖ τοὺς οὕτω φρονοῦντας· τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραότας καὶ ἀοργησία, καὶ μακροθυμία, καὶ ὅσα πέφυκε καταστέλλειν τὸν θυμὸν ταρασσόμενον· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φάσματα εἴωθε γίνεσθαι.

---

Origen, Expositio in Proverbia (fragmenta e catenis), ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg075.local001/.
