# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 1

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/1

Eph. i 1 [Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ.] [ἀκούσωμεν τί καὶ Ὠριγένης φησὶ περὶ τούτου] εἰ ἡ διὰ πρόθεσις τὸ ὑπηρετικὸν ἐμφαίνει (ὥσπερ ἐπὶ πλεῖον ἐξητάσαμεν διηγούμενοι τὸ πάντα δι' αὐτοῦ ἐγένετο, τιθέντες καὶ τὰς φαινομένας ἡμῖν εἰς τοῦτο ἀνθυποφοράς), ζητητέον πῶς ἀπόστολός ἐστι Παῦλος Χριστοῦ Ἰησοῦ οὐκ ἐκ θελήματος Θεοῦ ἀλλὰ διὰ θελήματος Θεοῦ. ὁ μὲν οὖν τις ἐρεῖ, μὴ πάνυ ἀκριβοῦν πανταχοῦ τὸν Παῦλον τὰ τῶν προθέσεων ἰδιώματα, ὅπερ αὐτὸν ποιεῖν καὶ ἐπ' ἄλλων σημαινομένων. ἄλλος δέ, διαφορὰν εἰδὼς τοῦ ‘διὰ Θεοῦ’ καὶ τοῦ διὰ θελήματος Θεοῦ, ἐρεῖ ὅτι ἄτοπον ἂν ἦν εἰ ἐγέγραπτο Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ Θεοῦ· εἰ δὲ τὸ θέλημα τοῦ Θεοῦ ὑπηρετικόν ἐστιν, ἡγουμένου ὄντος αὐτοῦ τοῦ χρωμένου αὐτῷ, οὐκ ἂν εἴη τοῦτο ἄλογον. ἐπιστήσεις δὲ καὶ περὶ τοῦ θελήματος τοῦ Θεοῦ εἰ δύναται τάσσεσθαι ἐπὶ Χριστοῦ· ἵν' ὥσπερ ἐστὶ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, οὕτως ᾖ καὶ θέλημα αὐτοῦ, Θεοῦ ὑπόστασιν ἔχον αὐτόν· ἐὰν δέ τινι ἀπεμφαῖνον φαίνηται οὐσιῶσθαι λέγειν τὸ τοῦ Θεοῦ θέλημα, ἐπιστησάτω εἰ μὴ ἡ δοκοῦσα ἀπέμφασις παραπλήσιός ἐστι καὶ ἐπὶ δυνάμεως Θεοῦ καὶ σοφίας Θεοῦ καὶ λόγου Θεοῦ, καὶ ἀληθείας καὶ ἀναστάσεως καὶ ὁδοῦ· παραπλήσιος γάρ μοι δοκεῖ τυγχάνειν περὶ πάντων τούτων, ὡς οὐσιωμένων ἐν τῷ μονογενεῖ Λόγῳ.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
