# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 11

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/11

Eph. ii 12 [ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.] [Ὠριγένης φησί] πρὸς τοὺς νομίζοντας μὴ τὴν τοῦ Ἰσραὴλ πολιτείαν πολιτεύεσθαι τοὺς εἰς Χριστὸν πεπιστευκότας ἀλλὰ ἄλλην τινὰ καινὴν καὶ οὐδὲν πρὸς ἐκείνην κοινὸν ἔχουσαν, καλὸν παρατήρημα ἐντεῦθεν ἔστι λαβεῖν. ἦτε γάρ, φησίν, ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, ὡς νῦν οὐκέτι αὐτῶν ὄντων χωρὶς Χριστοῦ ἀλλ' οὐδὲ ἀπηλλοτριωμένων τῆς πολιτείας τοῦ Ἰσραήλ· τοῖς γὰρ νοοῦσι τὸν πνευματικὸν νόμον καὶ κατ' αὐτὸν βιοῦσι πᾶσιν ὑπάρχει τὸ <ᾠ>κειῶσθαι τῇ πολιτείᾳ τοῦ Ἰσραὴλ καὶ μᾶλλον τῶν σωματικῶν Ἰουδαίων· ἀκόλουθον δέ ἐστι τὸν χωρὶς Χριστοῦ καὶ ἀπηλλοτριωμένον τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένον νομίζειν εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. ζητήσεις δὲ μήποτε διὰ τοῦτο εἴρηται ἄθεοι ἐν τῷ κόσμῳ τούτ<ῳ>· ἐπεὶ ὅσον ἐπὶ τῇ προγνώσει τοῦ Θεοῦ οὐκ ἦσαν ἄθεοι οἷς γράφεται ἡ ἐπιστολή. [ii 13] νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. τὸ μακρὰν καὶ τὸ ἐγγὺς ὠνομάσθη ἀπὸ τῶν τοπικῶς μακρὰν ἢ ἐγγύς, εἰς παράστασιν τῆς πόρρω τοῦ Θεοῦ προαιρέσεως καὶ τῆς ἐγγιζούσης τῷ θελήματι αὐτοῦ· γινόμεθα δὲ ἐγγὺς καθαρθέντες τῷ αἵματι τοῦ Χριστοῦ καὶ ταύτης τῆς τιμῆς ἀγορασθέντες. [ii 14a] αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. τηρητέον ὅτι, ὥσπερ ἐστὶ λόγος ὁ Χριστὸς καὶ σοφία καὶ δύναμις καὶ ζωή, οὕτως καὶ εἰρήνη· καὶ συνακτέον γε πάντα ἀπὸ πάσης γραφῆς ἃ ὀνομάζεται, ἵνα αὐτὸν ἀκριβέστερον νοήσωμεν. ὥσπερ οὖν ὁ ἔχων αὐτὸν ἔχει λόγον, ὅτε αὐτὸν ζητήσας εὗρεν ὡς λόγον (τὸ δὲ ἀνάλογον καὶ ἐπὶ σοφίας καὶ δικαιοσύνης ἔχει), οὕτως ζητήσωμεν αὐτὸν καὶ ὡς εἰρήνην, ἵνα αὐτὸν ἔχωμεν καθώς ἐστιν Εἰρήνη καὶ εἰρήνη πάντων τῶν λογικῶν· ὁ δὲ μὴ ἔχων τὴν εἰρήνην οὐκ ἔχει τὸν Χριστόν.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
