# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 2.1

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/2.1

Eph. i 1b [τοῖς ἁγίοις τοῖς οὖσιν καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.] [Ὠριγένης δέ φησι] ἐπὶ μόνων Ἐφεσίων εὕρομεν κείμενον τὸ τοῖς ἁγίοις τοῖς οὖσι· καὶ ζητοῦμεν, εἰ μὴ παρέλκει προσκείμενον τ<ῷ> τοῖς ἁγίοις <τὸ> τοῖς οὖσι, τί δύναται σημαίνειν. ὅρα οὖν εἰ μὴ ὥσπερ ἐν τῇ Ἐξόδῳ ὄνομά φησιν ἑαυτοῦ ὁ χρηματίζων Μωσεῖ τὸ <ὁ> ὤν, οὕτως οἱ μετέχοντες τοῦ ὄντος γίνονται ὄντες, καλούμενοι οἱονεὶ ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι· ἐξελέξατο γὰρ ὁ Θεὸς τὰ μὴ ὄντα, φησὶν ὁ αὐτὸς Παῦλος, ἵνα τὰ ὄντα καταργήσῃ. καὶ ζητήσει τις, πῶς τὰ ὄντα καταργεῖ· ἀλλὰ ἀκού<ω>μεν ἐπιφέροντος αὐτοῦ τὸ ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. ἐὰν γάρ τις μετεσχηκὼς τοῦ εἶναι, ἐπιλαθόμενος τῆς μετοχῆς, ἑαυτῷ καταχαρίσηται τὴν τοῦ εἶναι αἰτίαν, καὶ μὴ τὴν πᾶσαν εὐχαριστίαν ἀναφέρῃ ἐπὶ τὸν ἐκ τοῦ μὴ εἶναι τὸ εἶναι αὐτῷ ὅμοιον καὶ κατ' εἰκόνα χαρισάμενον, τότε καταργεῖται τὸ ὄν. [i 3] εὐλόγητος ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. ὁ μέν τις ἐρεῖ, διὰ τὰς ἐν Λευιτικῷ καὶ Δευτερονομίῳ εὐλογίας καὶ εἴ που ἄλλοθι τῆς γραφῆς τοιαῦται εἰσὶν ἀναγεγραμμέναι, πρὸς ἀντιδιαστολὴν ἐκείνων δέ, λέγεσθαι τὴν πνευματικὴν εὐλογίαν· ὡς τοῦ Θεοῦ καὶ Πατρὸς Ἰησοῦ Χριστοῦ ἡμᾶς εὐλογοῦντος οὐκ ἐν σωματικῇ ὁμοίως ἐκείνοις εὐλογίᾳ, ἀλλὰ πνευματικῇ. καὶ οὕτω γε ἐκδέξονται οἱ ἑτερόδοξοι, νομίσαντες ἂν καὶ ἀφορμὴν τοῦ διακόπτειν τὴν θεότητα ἐκ τοιαύτης ἐκδοχῆς λήψεσθαι. ἡμεῖς δὲ παραστήσαντες ὅτι οὐδὲ ἐπὶ τῶν κατὰ νόμον δέδονται αἱ εὐλογίαι, εἰ σωματικῶς νοηθεῖεν, τοῖς πεπιστευμένοις κατὰ τὸν νόμον καὶ ὑγιῶς βεβιωκέναι, ἐλέγξομεν τοὺς οὕτως ὑπειληφότας ἤτοι ψεύδεσθαι τὸν τὰς εὐλογίας δεδωκότα, ἢ τὸ μὴ ἀπὸ τῆς προχείρου ἐκδοχῆς νοούμενον ἐπηγγέλθαι τοῖς βιώσασι καθὼς προσέταξεν. ἀκόλουθον γάρ ἐστι τῷ ὁ νόμος πνευματικός ἐστι καὶ τὰς ἐν αὐτῷ εὐλογίας εἶναι πνευματικάς. οὐ τετεύχασι δὲ σωματικῶς τῶν εὐλογιῶν, φέρ' εἰπεῖν, οἱ προφῆται· οὐ γὰρ ἐδάνεισαν ἔθνεσι πολλοῖς ἄνθρωποι περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγίοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακο<υ>χούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, οὐδὲ εὐλόγηνται ἐν πόλει ἢ ἐν ἀγρῷ· ἀλλ' οὐδὲ αἱ ἀποθῆκαι αὐτῶν εὐλόγηνται, ἃς οὐδὲ ἐκτήσαντο τὴν ἀρχήν. καὶ ὅρα εἰ μὴ ἐκ τούτων ἀναγκάσομεν τοὺς ἄλλως νοοῦντας μεταθέσθαι (εἰ τηροῖεν τὸ ἀξίωμα τοῦ τὰς εὐλογίας δεδωκότος Θεοῦ) πρὸς τὸ πνευματικῶς αὐτὸν δεδωκέναι αὐτὰς τοῖς μακαρίοις ἑαυτοῦ. οὐ μόνον δὲ πᾶσα εὐλογία πνευματική ἐστιν ἣν εὐλόγηνται Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, καὶ οὐδεμία αὐτῶν σωματική, ἀλλὰ καὶ ἐν τοῖς ἐπουρανίοις. ἔπρεπε γὰρ τούτοις ὧν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, θησαυρίζουσιν ἐν οὐρανῷ καὶ τὴν καρδίαν ἔχουσιν ὅπου ἐστὶν αὐτῶν ὁ θησαυρός, καὶ ἐν τοῖς ἐπουρανίοις τῶν πνευματικῶν τυγχάνειν εὐλογιῶν. πῶς δὲ ἤδη ἐστὶν εὐλογήσας ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ καὶ ἐν τοῖς ἐπουρανίοις, ἄξιον ἐπισκέψασθαι· οὐ γὰρ εἴρηται ‘ὁ εὐλογήσων’ ἡμᾶς. καὶ ὅρα εἰ δύναται τὸ ἐν τοῖς ἐπουρανίοις εἶναι ἀντὶ τοῦ ‘ἐν τοῖς νοητοῖς καὶ ἔξω αἰσθήσεων·’ οὕτω γὰρ καὶ θησαυρίζει τις ἐν οὐρανοῖς, καὶ τὴν καρδίαν οὐκέτι ἔχει ἐπὶ γῆς, τουτέστιν ἐν τοῖς ὑλικοῖς καὶ σωματικοῖς, ἀλλ' ἐν οὐρανῷ, τῇ νοητῇ φύσει ἀεὶ αὐτῇ ὁμιλῶν. ὑπὲρ δὲ τοῦ ἀκριβέστερον θεωρῆσαι ἡμᾶς, ἀμφότερα εἴρηται περὶ τῆς εὐλογίας, καὶ ὅτι ἐστὶ πνευματικὴ καὶ ὅτι ἐν τοῖς ἐπουρανίοις· καὶ πρὸς τούτοις ὅτι ἐν Χριστῷ, οἱονεὶ ἐν τῷ Λόγῳ καὶ τῇ Σοφίᾳ καὶ τῇ Ἀληθείᾳ καὶ τῇ Δυνάμει.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
