# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 26

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/26

Eph. v 13 [τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦνται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ χριστός.] [Ὠριγένης δέ φησιν] ἐπείπερ τὰ ἐλεγχόμενα ἔργα τοῦ σκότους ὑπὸ τοῦ φωτὸς φανεροῦται, μεταβαλλόντων τῶν ἐλεγχομένων εἰς φῶς, λέγεται τοῖς καθεύδουσι καὶ ἐν νεκρότητι τυγχάνουσιν ἐκ τοῦ τὰ ἄκαρπα ἔργα τοῦ σκότους πεποιηκέναι τὸ ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπι<φ>αύσει σοι ἁ χριστός. ζητήσαι δ' ἄν τις, τίς λέγει κατὰ τὸ ἐνθάδε γεγραμμένον διὸ λέγει Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. ὁ μὲν οὖν τις φήσει ἔν τινι τῶν προφητῶν ἀνεγνωκότα ταῦτα τὸν ἀπόστολον ἐνθάδε αὐτὸν ἀναγεγραφέναι. ἕτερος δὲ αὐτὸν τὸν ἀπόστολον προσωποποιεῖν τινα ἐκ τοῦ πνεύματος λεγόμενα εἰς προτροπὴν τὴν ἐπὶ μετάνοιαν. ἔτι δὲ ζητήσεις, πῶς τῷ αὐτῷ λέγεται ὡς μὲν ζῶντι καὶ καθεύδοντι ἔγειρε ὁ καθεύδων, ὡς δὲ τεθνηκότι τὸ ἀνάστα ἐκ τῶν νεκρῶν. μήποτ' οὖν ἐπείπερ ἔστι καὶ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπερ ἐπὶ κρείττονος τετηρήκαμεν λέγεσθαι, ἔστι δέ τι καὶ δεύτερον ἡ ψυχὴ τὸ καὶ νόσου καὶ θανάτου ἐκ τῶν ἁμαρτημάτων δεκτικόν, τὸ μὲν ἔγειρε ὁ καθεύδων λέγεται διὰ τὸ πνεῦμα, τὸ δὲ ἀνάστα ἐκ τῶν νεκρῶν διὰ τὴν ψυχήν· ἐπείπερ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται, τοῦ δὲ πνεύματος οὐδαμοῦ εὕρομεν θάνατον. φῶς δὲ ὢν ἀληθινὸν ὁ χριστός ἐπιφαύσει τῷ ἐγειρομένῳ ἀπὸ ὕπνου καὶ ἀναστάντι ἐκ νεκρῶν.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
