# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 3

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/3

Eph. i 4b [εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.] [Ὠριγένης φησί] ζητήσαι δ' ἄν τις πρὸς τὸ εἶναί τινας ἁγίους καὶ ἀμώμους κατενώπιον τοῦ Θεοῦ εἰ μὴ τὸ προφητικὸν ἐναντιοῦται τούτῳ λέγον οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· εἰ δὲ κατενώπιον τοῦ Θεοῦ πᾶς ζῶν οὐ δικαιωθήσεται, πῶς κατενώπιον αὐτοῦ ἔσονται ἅγιοι; εἰ γὰρ ἅγιοι καὶ ἄμωμοι ἔσονται, καὶ δικαιωθήσονται. ἐπὶ τὴν ἀμφιβολίαν τις καταφυγὼν τοῦ προφητικοῦ ἐρεῖ, τὸ μὴ δικ<αι>οῦσθαι κατενώπιον τοῦ Θεοῦ πάντα ζῶντα τοιοῦτό τι σημαίνειν οἱονεὶ ὅλος καὶ ἐξ ὅλου τοῦ ἑαυτοῦ χρόνου οὐ δικαιωθήσεται κατενώπιον τοῦ Θεοῦ τῷ πάντως ἡμαρτηκέναι ποτέ, ὅπερ ἐὰν οὕτως ἔχῃ οὐ κωλύει τὸ εἶναί τινας ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐκ διορθώσεως τοιούτους γεγενημένους· ἢ καὶ τό, <εἰ> μὴ πᾶς ζῶν, ἀλλ' οὖν γέ τινας δικ<αι>οῦσθαι. [i 5] ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. ἤτοι τὸ ἐν ἀγάπῃ τῷ προορίσας συναπτέον, ἢ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ ἐν ἀγάπῃ πρὸ καταβολῆς κόσμου προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ <διὰ> Ἰησοῦ Χριστοῦ εἰς αὐτόν ὥστε ἡμᾶς εἶναι ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. δηλοῖ δὲ τὸ ὄνομα τῆς ‘υἱοθεσίας’ τὸ μὴ φύσει εἶναι υἱοὺς τοῦ Θεοῦ τοὺς προορισθέντας ὑπ' αὐτοῦ· οὐκ ἂν γοῦν ταχθείη τὸ ὄνομα τῆς υἱοθεσίας ἐπὶ τοῦ Σωτῆρος, ἀλλ' ἐπὶ τούτων οἳ λαβόντες τὸ <π>ν<εῦ>μα τῆς δουλείας εἰς φόβον ἀποδόντες τὸν φόβον ἄξιοι γίνονται ἐλευθερίας καὶ τοῦ ἀκοῦσαι οὐκέτι ὑμᾶς λέγω δούλους, οἳ καὶ διὰ τοῦτο λαμβάνουσι τὸ πνεῦμα τῆς υἱοθεσίας. ὅτε δέ τις τὸν Υἱὸν λαμβάνει οὐ πρότερον ἐσχηκὼς αὐτόν, τότε καὶ τὸ πνεῦμα κεχώρηκε τῆς υἱοθεσίας· οὕτως γὰρ διὰ Χριστοῦ ἡ υἱοθεσία ἡμῖν ἐπεισέρχεται. ἐπὶ τῷ μέντοιγε εἰς αὐτὸν καταντῆσαι ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ διὰ Χριστοῦ· τούτοις γὰρ ἐπιφέρεται τὸ εἰς αὐτόν. [i 5b] κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ. τὸ τῆς ‘εὐδοκίας’ ὄνομα οὐ πάνυ τι τετριμμένον ἐν τῇ τῶν Ἑλλήνων συνηθείᾳ νομίζω ὄν, ὠνοματοποιῆσθαι δὲ ὑπὸ τῶν ἑρμηνευσάντων· ἐχρήσαντο γὰρ τῇ λέξει ἐπὶ τῶν προφητικῶν, ὡς ἐν τῷ πδʹ ψαλμῷ, εὐδόκησας Κύριε τὴν γῆν σου, καὶ ἐν ρεʹ, μνήσθητι ἡμῶν Κύριε ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου· καὶ ἐν τῷ Ἀμβακούμ, καὶ ἐὰν ὑποστείληται οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. πλὴν ἡ εὐδοκία ἐμφαίνει τὸ ‘εὖ’ καὶ τὸ ‘δοκεῖν·’ ὥστε μὴ ἂν λεχθῆναι ἐπὶ τῶν δοκούντων ἡμῖν οὐ καλῶς, ἀλλ' ἐπὶ μόνων τῶν ἐπαινετῶς δοκούντων. ζητητέον οὖν πῶς ἐν ἀγάπῃ προορίσας εἰς υἱοθεσίαν οὓς προώρισεν ὁ Θεός, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ προώρισε· καὶ ἀπόδειξιν εὑρετέον τοῦ εὐδοκίαν εἶναι τοῦ θελήματος αὐτοῦ ἐπὶ τούτοις· καὶ γὰρ ἐπὶ τῷ ἐπαινεῖσθαι τῆς εἰς τοὺς σωζομένους χάριτος αὐτοῦ τὴν δόξαν εὐδόκησεν αὐτοῦ τὸ θέλημα.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
