# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 32

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/32

Eph. vi 9 καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς. [Ὠριγένης δέ φησιν] τίνα τὰ αὐτὰ τῶν προειρημένων; οἶμαι οὖν ὅτι ἐν ἁπλότητι καρδίας καὶ τὸ ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ καὶ τὸ ἐκ ψυχῆς καὶ μετ' εὐνοίας τῆς πρὸς τοὺς οἰκέτας. [vi 10] τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. τὸ δυναμοῦσθ<αι> ἐν Κυρίῳ δυναμοῦσθαί ἐστιν ἐν λόγῳ καὶ ἐν σοφίᾳ καὶ τῇ τῆς ἀληθείας θεωρίᾳ καὶ πάσαις ταῖς Χριστοῦ ἐπινοίαις· οὗ μέγιστόν ἐστι τὸ τῆς ἰσχύος κράτος καὶ κραταιότερον ἀρετῆς καὶ τῶν εἰδῶν αὐτῆς, ἅτινα πάντα εἰσὶ δυνάμεις, ὥσπερ αἱ κακίαι ἀδυναμία. ἔστι δέ τις τῶν ἀρετῶν (ὥς φασιν οἱ περὶ ταῦτα δεινοί) ἀθεώρητος ἡ καλουμένη ἰσχύς, ὠνομασμένη οὕτως τῷ ἀναλογίαν τινὰ ἔχειν πρὸς τὴν σωματικὴν ἰσχύν, καὶ ἄλλη θεωρητός, κάλλος ἀπὸ τοῦ σωματικοῦ ὠνομασμένη, καθ' ὃ κάλλος λέγεται, περιζῶσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου· καὶ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων πρὸς τὴν νύμφην ὅλη καλὴ εἶ πλησίον μου, καὶ μῶμος οὐκ ἐστὶν ἐν σοί· καὶ πάλιν ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
