# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 35

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/35

Eph. vi 16 [ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.] [Ὠριγένης φησί] βέλη τοῦ πονηροῦ οἱ πονηροί εἰσι διαλογισμοί· οὐδὲ τὴν ἀρχὴν οὖν βαλεῖν εἰς τὴν καρδίαν δυνήσεται, ἐπάν τις <ᾖ> σκεπόμενος τῷ τῆς πίστεως θυρεῷ, σβεννυμένων πάντων τῶν πεπυρωμένων τοῦ ἐχθροῦ βελῶν ἐν αὐτῷ· ἐρεῖ δὲ ὁ τὸν θυρεὸν τῆς πίστεως περικείμενος ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. πεποιθότος γάρ μου, φησίν, ἐπὶ τῷ Κυρίῳ, πῶς μοι συμβουλεύετε μὴ ἵστασθαι πρὸς τὰ ὑπὸ τῶν ἁμαρτωλῶν ἐντεινόμενα κατ' ἐμοῦ τόξα καὶ ἑτοιμαζόμενα ὑπ' αὐτῶν βέλη ἐν φαρέτραις, θελόντων τρῶσαι τοὺς εὐθεῖς τῇ καρδίᾳ; ἰδοὺ γὰρ καὶ ἕστηκα καὶ οὐ μεταναστεύω, καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα ὅσον οὔπω σβεσθήσεται. [vi 17b, 18, 19a] καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων καὶ ὑπὲρ ἐμοῦ. ὁ ὑγιαίνων λόγος ἀπὸ θε<ί>ου πνεύματος ῥεῖ, ὁ δὲ ἐναντίος ἐκ τῆς γῆς λαλεῖ· ὁ γὰρ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν· καὶ ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ. ὁ δὲ ἐκ τοῦ πνεύματος λόγος μάχαιρά ἐστιν, διόπερ ἐνταῦθά φησιν ὁ Παῦλος τὴν μάχαιραν τοῦ πνεύματος εἶναι ῥῆμα Θεοῦ· ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος τέμνει τε καὶ διαιρεῖ, ἀνύων καὶ διὰ τῆς προσευχῆς καὶ δεησέως τοῖς ἐν παντὶ καιρῷ προσευχομένοις καὶ προσευχομένοις πνεύματι κατὰ τὸ προσεύξομαι πνεύματι· καὶ ἀνύει τοῖς ὑπὲρ τοῦ πλουτῆσαι ἐν ῥήματι Θεοῦ ἀγρυπνοῦσι, καὶ προσκαρτεροῦσι τῇ τούτου κτήσει, ἐπὶ τῷ καὶ ἄλλους ὠφελῆσαι καὶ τοῖς ὠφελοῦσι διὰ τῶν εὐχῶν ἐνεργῆσαι. παρατήρει δὲ καὶ τὸ τοῦ ἀποστόλου μέτριον, αἰτοῦντος ἀπὸ τῶν Ἐφεσίων δεήσεις γενέσθαι ὑπὲρ αὐτοῦ.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
