# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 36

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/36

Eph. vi 19b [ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου.] [Ὠριγένης] ὅταν ἀνοιχθῇ τὸ στόμα δοθέντος λόγου, τότε παρρησίᾳ γνωρίζεται τὸ μυστήριον τοῦ εὐαγγελίου καὶ οὐκέτι ἐν παροιμίαις καὶ παραβολαῖς, ὡς καὶ ὁ σωτήρ φησιν ἔρχεται ὥρα ὅτε οὐκέτι ὑμῖν ἐν παροιμίαις λαλήσω ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν. τὸν δὲ ἐν παρρησίᾳ λόγον μόνος καὶ πᾶς χωρῆσαι δύναται ὁ τὴν καρδίαν ἔχων μὴ καταγινώσκουσαν, ἐπεὶ ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ' αὐτοῦ. ὅθεν καὶ σπάνιος ὁ ἐν παρρησίᾳ γνωρίζων τὸ μυστήριον τῷ σπάνιον εἶναι τὸν παρρησίαν ἔχοντα πρὸς Θεόν. τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; [vi 21—22] ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. ἐπεὶ πᾶς ὁ τοῦ ἀποστόλου βίος καὶ πᾶσα πρᾶξις αὐτοῦ καὶ ἐνέργεια Λόγῳ Θεοῦ ἐγίνετο, ζῶντος ἐν αὐτῷ τοῦ Χριστοῦ, διὰ τοῦτο πέμπει τὸν Τύχικον, τὸν κανόνα τοῦ βίου καὶ τὴν τάξιν τῶν πράξεων αὐτοῦ ἀπαγγελοῦντα τοῖς Ἐφεσίοις· καὶ ἔπρεπέ γε τῷ ἀποστόλῳ, ὑπὲρ τοῦ ἔχειν παράδειγμα πολιτείας ἀγαθῆς τοὺς Ἐφεσίους, πέμψαι δι' αὐτὸ τοῦτο τὸν Τύχικον. ἔμελλον δὲ καὶ παρακαλεῖσθαι, τὰ ἄριστα καὶ τὰ ἀποστόλῳ ἁρμόζοντα κατορθοῦσθαι μανθάνοντες τῷ Παύλῳ.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
