# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 37

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/37

Eph. vi 23 [εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.] [Ὠριγένης φησίν] εἰ καί τι ἄλλο δῶρόν ἐστι διδόμενον ἀπὸ Θεοῦ πατρὸς καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰρήνη· ὅπερ ἓν τῶν τιμιωτάτων ἐστὶ δώρων, ἡ ὑπερέχουσα πάντα νοῦν, ἥτις φρουρήσει τὰς καρδίας καὶ τὰ νοήματα τῶν ἁγίων, γαλήνη τις καὶ εὐδία οὖσα ψυχῆς, παντὸς χειμῶνος καὶ πάσης ἀκαταστασίας καὶ πάθους ἀλλοτρία. ὁμοίως δὲ τῇ εἰρήνῃ καὶ ἡ μετὰ πίστεως ἀγάπη δῶρόν ἐστι διδόμενον ἀπὸ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἀγάπη δὲ πρὸς Θεὸν μὲν ὡς γέγραπται ἐξ ὅλης καρδίας καὶ τῶν ἑξῆς, πρὸς τὸν πλησίον δὲ ὡς ἑαυτόν· ἀλλὰ καὶ πρὸς τοὺς ἐχθροὺς ὁ λαβὼν δῶρον τὴν ἀγάπην ἐπιφαίνει αὐτήν, οὐδένα μισῶν καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων εὐχόμενος. [vi 24] ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. διηγήσαντό τινες εἶναι τὸ ἀγαπᾶν αὐτὸν ἐν ἀφθαρσίᾳ, καθαρεύοντα ἀπὸ τῶν ἔργων τῆς φθορᾶς· ἔργα δὲ τῆς φθορᾶς ἐστι τὰ κατὰ τὴν συνουσίαν, ὅθεν καὶ ἡ συνήθεια ‘ἀφθόρους’ ὀνομάζει τοὺς καθαροὺς ἀπὸ συνουσίας, καὶ ‘ἐφθαρμένους’ τοὺς μίξεως γευσαμένους. ὑπερτείνοντες δέ τινες τὸ εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει φθερεῖ αὐτὸν ὁ Θεός οὕτως ἐδέξαντο· οὐ δυνάμενοι τούτῳ ὁμοίως σῶσαι τὸ ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως. ὅρα δὲ εἰ δύναται πᾶσα μὲν ἁμαρτία φθορὰ εἶναι ψυχῆς, ἡ δὲ παντελὴς αὐτῆς ἀποχὴ ἀφθαρσία· ὥστε τοὺς ἀγαπῶντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ εἶναι τοὺς πάσης ἁμαρτίας ἀπεχομένους· μεθ' ὧν πάντων ἐστὶ τοῦ Θεοῦ χάρις. ὡς ὄντων μέντοιγέ τινων τῶν ἀγαπώντων μὲν τὸν Κύριον, οὐ μὴν ἐν ἀφθαρσίᾳ ἀγαπώντων αὐτόν, φησὶν ὁ Παῦλος ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
