# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 4.1

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/4.1

Eph. i 6 [ἐν τῷ ἠγαπημένῳ.] [Ὠριγένης φησίν] ‘ἠγαπημένος’ ἁπλῶς λέγεται ὁ Σωτήρ· ἐπεὶ κἂν πλανῶνται οἱ ἄνθρωποι περὶ τὴν τῆς δικαιοσύνης κατάληψιν καὶ τῆς ἀληθείας καὶ τῆς σοφίας, πλὴν πάντες ἂν ὁμολογήσαιεν ‘ἀγαπᾶν’ σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην. διὰ τοῦτο ‘ἠγαπημένος’ λέγεται ὁ Μονογενὴς τοῦ Θεοῦ, πάντων ἀγαπώντων τὰ ἐπινοούμενα αὐτῷ, ἤτοι δὲ σφαλλομένων τοῦ σκοποῦ ἢ ἐπιτυγχανόντων· ὥσπερ πάντες τεθήπασι τὸν Θεόν, σφάλλονται δὲ οἱ ἀποπίπτοντες τῆς ὑγιοῦς ἐννοίας περὶ τοῦ Θεοῦ. [i 7] ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων. ἀπολύτρωσις <ἢ> λύτρωσις γίνεται τῶν αἰχμαλώτων καὶ γενομένων ὑπὸ τοῖς πολεμίοις· γεγόναμεν δὲ ὑπὸ τοῖς πολεμίοις τῷ ἄρχοντι τοῦ αἰῶνος τούτου καὶ ταῖς ὑπ' αὐτὸν πονηραῖς δυνάμεσι, καὶ διὰ τοῦτο ἐδεήθημεν ἀπολυτρώσεως καὶ τοῦ ἐξαγοράζοντος ἡμᾶς ἵνα ἡμᾶς ἀπαλλοτριωθέντας αὐτοῦ ἀπολάβῃ· ἔδωκεν οὖν ὁ Σωτὴρ τὸ ὑπὲρ ἡμῶν λύτρον τὸ ἑαυτοῦ αἷμα· διόπερ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων. τῇ ἀπολυτρώσει ἕπεται ἡ ἄφεσις τῶν παραπτωμάτων, πρὶν ἀπολυτρωθῆναί τινα οὐκ ἐνδεχομένης αὐτῷ γενέσθαι ἀφέσεως παραπτωμάτων. πρῶτον οὖν ἀπολυτρωθῆναι ἡμᾶς δεῖ καὶ μηκέτι εἶναι ὑπὸ τῷ αἰχμαλωτεύσαντι καὶ κεκρατηκότι, ἵνα ἐλευθερωθέντες καὶ ἔξω γενόμενοι τῶν (ἵν' οὕτως εἴπω) χειρῶν αὐτοῦ, ἐπ' ὠφελείᾳ δυνηθῶμεν λαβεῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων καὶ θεραπευθέντες ἀπὸ τῶν τραυμάτων τῆς ἁμαρτίας ἐνεργῆσαι κατ' εὐσέβειαν καὶ τὰς λοιπὰς ἀρετάς. [i 8] κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς. ὁ νοήσας τί ἐστὶ χάριτί ἐστε σεσωσμένοι καὶ οὐκ ἐξ ἔργων, καὶ συγκρίνων παραπτώματα παραπτώμασι, βλέποι ἂν κατὰ τὴν λέγουσαν παραβολὴν περὶ τῶν πεντακοσίων καὶ πεντήκοντα δηναρίων τίς ὀφείλει πλείονας χάριτας ὁμολογεῖν τῷ συγχωρήσαντι τὸ χρέος οἰκοδεσπότῃ. ἔτι δὲ θεωρῶν πῶς οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀνακαλυφθῆναι εἰς ἡμᾶς, τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χάριτος συνίδοι ἄν, καὶ ὡς ἐπερίσσευσεν οὕτως ἐπὶ τοὺς κλητοὺς καὶ ἐκλεκτούς, μάλιστα τοὺς ἀλλοτρίους τῶν διαθηκῶν τοῦ Θεοῦ καὶ ξένους τῶν ἐπαγγελιῶν αὐτοῦ, τῷ παραπτώματι τοῦ Ἰσραὴλ ἑλκυσθέντας ἀπὸ τῆς πατρικῆς χρηστότητος ἐπὶ τὴν σωτηρίαν· ἔτι δὲ μᾶλλον τὸν πλοῦτον τῆς χ<άρι>τος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς τοὺς μακαρίους μείζον' <ἄν> τις κατανοήσαι θεωρῶν τὸ οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; καὶ τὸ εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι, καὶ τὸ περὶ τοῦ ἐπὶ πᾶσι λεγομένου ἔσεσθαι δὸς ἵνα ὡς ἐγὼ καὶ σὺ ἓν ἐσμέν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. οὗτος δὲ ὁ πᾶς πλοῦτος τῆς χάριτος τοῦ Θεοῦ, ἧς ἐπερίσσευσεν εἰς τοὺς ἁγίους, ἀπό τινος ἀρχῆς ἐπιχορηγούμενος καὶ αὔξων καὶ πληθυνόμενος, ἤτοι ἀντιφιλοτιμούμενον καὶ συμπαρεκτεινόμενον κατὰ τὸ δυνατὸν ἔχει τὸν τυγχάνοντα τῶν προειρημένων, ἢ ἀπολειπόμενον κατὰ τὸ ἐνδεχόμενον ποιεῖν πάντα τὰ ἐπιβάλλοντα. εἰ μὲν οὖν ἀπολείποιτό τις, οἱονεὶ κενὴ γένοιτ' ἂν πρὸς τὸν τοιοῦτον ἡ χάρις· εἰ δὲ τὰ παρ' αὐτοῦ ἀνελλιπῶς ποιήσαι, λέγοι ἂν τὸ ἀποστολικὸν ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
