# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 5.1

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/5.1

Eph. i. 9 [ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν.] [Ὠριγένης φησί] τί τὸ πάσῃ σοφίᾳ καὶ μετὰ τοῦτο τί τὸ φρονήσει; κέχρηται τῇ λέξει καὶ Ἰησοῦς ἐν τῇ Σοφίᾳ, ἀρξάμενος ἀπὸ τοῦ πᾶσα σοφία παρὰ Κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα. εἴ τις οὖν κατενόησε τὰ βλεπόμενα καὶ τίνα τὰ ἐν αὐτοῖς ἢ καὶ ἔξω αὐτῶν μὴ βλεπόμενα, καὶ κατακερματίσας τῷ λόγῳ ἰδίᾳ τὰ ἀόρατα καὶ ἰδίᾳ τὰ ὁρατὰ ἐξετάζοι τὴν σοφίαν ᾗ τὰ πάντα πεποίηκεν ὁ Θεὸς (πάντα γὰρ ἐν σοφίᾳ φησὶν ὁ Δαβὶδ ἐποίησας), οὗτος τὴν παρὰ Κυρίου πᾶσαν <ἂν> ἐπιβλέποι σοφίαν. ἀλλ' εἰκός τινα ἀπογνόντα τὸ ἤδη δύνασθαι ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γενέσθαι τὸν ἔτι τὸ σῶμα τοῦτο περικείμενον, κατακούοντα δὲ καὶ τοῦ ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν, προσκόψειν τῷ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, ὡς κατακεχαρισμένως μᾶλλον ἢ ἀληθῶς εἰρημένῳ· ἵνα γὰρ καὶ ἐν σοφίᾳ γνωρισθῇ Παύλῳ καὶ τοῖς παραπλησίοις αὐτῷ τὸ μυστήριον τοῦ Θεοῦ, ἀλλ' οὐκ ἐν πάσῃ σοφίᾳ γνωρίζεται πάντα αὐτῷ ἐκ μέρους γινώσκοντι καὶ ἐκ μέρους προφητεύοντι. ὅρα οὖν εἰ μὴ πρὸς τὴν ζήτησιν ταύτην ἄλλη διαστολὴ τῆς ἀναγνώσεως ἁρμόζει τῶν κατὰ τὸν τόπον οὕτως ἔχουσα· εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει· ἐνθάδε καταπαύσας τὴν τούτου τοῦ τόπου διαστολήν, ἀπ' ἄλλης ἀρχῆς οὕτως ἀναγνώσεται τὸ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ὥστε τὸ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει μὴ ἐφαρμόζειν τῷ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἀλλὰ τοῖς ἀνωτέρω. ἐχαρίτωσε γὰρ ἡμᾶς ἐν τῷ ἠγαπημένῳ ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ καὶ τῇ αὐτοῦ φρονήσει ὁ Θεός· ἀλλὰ καὶ ἐν τῷ ἠγαπημένῳ ἔχοντες τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει τοῦ Θεοῦ ἐλάβομεν ταῦτα· καὶ ἐν πάσῃ σοφίᾳ αὐτοῦ καὶ φρονήσει τετυχήκαμεν τῆς ἀφέσεως τῶν παραπτωμάτων, περισσεύοντος αὐτοῦ εἰς ἡμᾶς τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει· ἅπερ πάντα πεποίηκε, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ. ἐὰν δὲ ᾖ καὶ ἡ προτέρα ἀνάγνωσις, τοιοῦτος ἀποδοθήσεται λόγος, μὴ ἐναντιούμενος τῇ ἐνεργείᾳ τοῦ ἐκ μέρους γινώσκειν καὶ τοῦ δ<ιώ>κοντ<α>ς καταλαμβάνειν· ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ καὶ φρονήσει ὁ Θεὸς ἡμᾶς ᾠκονόμησε, γνωρίσας τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ. ἵνα γὰρ δυνηθῶμεν γνωρίσαι τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ καὶ τοῦτο χωρῆσαι ἐξισχύσωμεν, σῶμα ταπεινώσεως περικείμενοι, πάσης σοφίας Θεοῦ οἰκονομούσης ἡμᾶς χρῄζομεν. καὶ εἴπερ τὸ τῶν μυστηρίων ὄνομα ἐπὶ τῶν θείων καὶ ἀπορρήτων καὶ μὴ ἐπιτηδείων φθάνειν εἰς πολλοὺς παραλαμβάνεται, δηλονότι καὶ περὶ τῶν σωθησομένων θελήματι τοῦ Θεοῦ μυστηρίου ἔχεται· τὸ γὰρ πολὺ πλῆθος τῆς χρηστότητος τοῦ Θεοῦ κέκρυπται τοῖς φοβουμένοις αὐτόν, καθὼς φησὶν ὁ Δαβίδ, ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε. ἐπίστησον δὲ εἰ διαφέρει ‘προορισμὸς’ καὶ ‘πρόθεσις,’ ὡς μετὰ τὸν προορισμὸν τὴν πρόθεσιν γίνεσθαι· ὥστε οἷον κατὰ μὲν τὰ ἐννοήματα τοῦ Θεοῦ γίνεσθαι τὸν προορισμόν, κατὰ δὲ ταὐτὰ ἤδη τὴν περὶ ὧν προώρισε πρόθεσιν οὐσιωμένων πως ἐπακολουθεῖν καὶ εἰς ἔργον ἐρχομένων τοῦ προορισμοῦ· ὅθεν καὶ πρότερον μὲν γέγραπται τὸ ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν, δεύτερον δὲ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ. ἐξεταστέον δέ τί ἐστι τὸ πλήρωμα τῶν καιρῶν· τούτῳ δὲ παράκειται τὸ πλήρωμα τοῦ χρόνου παρὰ τῷ αὐτῷ λεγόμενον Παύλῳ, ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ. ὥσπερ δὲ ὁ καιρὸς τοῦ παραλαβεῖν τὴν πατρῴαν κτῆσιν τὸν κληρονόμον γενόμενον ἐν ἡλικίᾳ ἀνδρὸς πλήρωμα ἄν πως ὀνομάζοιτο τοῦ χρόνου αὐτοῦ ἢ τοῦ καιροῦ αὐτοῦ, οὕτως ἐν πληρώματι τῶν καιρῶν γένοιτ' ἂν ὁ διὰ τῶν φερουσῶν ἐπὶ τὴν τελειότητα ὁδῶν καὶ προκοπῶν καταντήσας ἐπὶ τὸ δύνασθαι τὰ προωρισμένα καὶ προτεθειμένα ὑπὸ τοῦ Θεοῦ τοῖς ἁγίοις λαβεῖν.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
