# Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 8.1

Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis), Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-ad-ephesios-in-catenis/8.1

Eph. i 13 ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες [τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.] [Ὠριγένης φησίν] ἐν ᾧ (δηλονότι Χριστῷ) πρὸς ἑτέροις ἀκούσασι καὶ ὑμεῖς ἀκούσαντες τὸν τῆς ἀληθείας λόγον, ὅσπερ ἀληθείας λόγος τὸ εὐαγγέλιόν ἐστι τῆς σωτηρίας ὑμῶν, <ἐν ᾧ> καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. δόξει δέ, ὡς πρὸς τὴν φράσιν, τὸ δεύτερον ἐν ᾧ παρέλκειν, ὅπερ καὶ αἴτιον γεγένηται τοῦ δοκεῖν ὅτι, κρεμαμένου τοῦ διανοήματος, ἡ ὑποτακτικὴ φράσις οὐκ ἐπενήνεκται. οὐχ οὕτω δὲ ἔχει· ἔλεγε δή τις τῶν πρὸ ἡμῶν, ἀπὸ τῆς πολλῆς περὶ τὸν Ἰησοῦν ἀγάπης τὸν Παῦλον συνεχέστατα αὐτοῦ μεμνῆσθαι καὶ ὡσπερεὶ παρελκόντως, ὥσπερ καὶ ἐπὶ τοῦ ἐν ᾧ καὶ πιστεύσαντες ἔστιν ἰδεῖν κατὰ τὸ ἐν ᾧ. πάνυ δὲ κατὰ τοὺς Ἐφεσίους ἐστί, κεκοινωνηκότας ἀπορρήτων λόγων ὑφηγουμένου τοῦ Παύλου, τὸ ἀκούειν ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας. οὐκ οἶμαι γὰρ τοὺς τοῦ κηρύγματος μόνου ἀκηκοότας, καὶ τοὺς λόγους τῶν πραγμάτων μὴ παρειληφότας ἐν διηγήσει καὶ τραν<εῖ> ἀναπτύξει, ἀκούειν τὸν λόγον τῆς ἀληθείας. διαφέρει γὰρ ὁ λόγος καὶ τὸ κήρυγμα, ὡς καὶ ἐν ἄλλοις ὁ Παῦλος διδάσκει λέγων, καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· κἀκεῖ γὰρ παρατηρητέον ὅτι ἕτερον λέγει εἶναι τὸν λόγον ἑαυτοῦ τοῦ κηρύγματος ἑαυτοῦ. ἐξεταστέον δὲ καὶ <εἰ> ἐν ἄλλῃ ἐπιστολῇ κ<εῖ>τα<ι> τὸ ἀκηκοέναι τινὰς τὸν λόγον τῆς ἀληθείας, ἵνα τὸ παρατήρημα ἀκριβέστερον κατὰ τὸ βούλημα τοῦ Παύλου φανῇ. ἀλλὰ <π>οῦ τὸ μὲν ‘εὐαγγέλιον’ ὀνομάζεται παρατηρητέον, <παρατηρητέον> δὲ καὶ τὰς προστιθεμένας αὐτῷ λέξεις, οἷον κατὰ τὸ εὐαγγέλιόν μου, ἢ ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, ἢ εὐαγγέλιον αἰώνιον, ἢ εὐαγγέλιον τῆς σωτηρίας τῶν Ἐφεσίων· ἢ ἁπλῶς ‘εὐαγγέλιον,’ ὥσπερ ὅταν λέγῃ περὶ τοῦ Λουκᾶ ὁ Παῦλος, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν. σφραγίζεται δὲ τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ πᾶς ὁ ἀκούσας τὸν τῆς ἀληθείας λόγον, ὄντα εὐαγγέλιον τῆς σωτηρίας τοῦ ἀκούοντος καὶ πιστεύοντος· ὡς εἰ ἀκούσαι μέν, μὴ πιστεύσαι δέ, οὐκ ἂν σφραγισθείη. ἄλλος δέ τις ἐρεῖ ὅτι εἰ καὶ πιστεύσαι μέν, μὴ ἐπὶ τοσοῦτον δὲ προκόπτοι ὡς ἀκούειν τὸν λόγον τῆς ἀληθείας, οὐδ' οὕτως ἂν χωρήσαι τὴν τοῦ πνεύματος ἐπαγγελίας τοῦ ἁγίου σφραγῖδα, <ἥ>τις ἐστὶν ἀληθῶς ἐκτύπωσις καὶ τράνωσις τούτων ἃ πρέπει ἐκτυποῦσθαι καὶ τρανοῦσθαι ὑπὸ τοῦ τῆς ἐπαγγελίας ἁγίου πνεύματος. ζητητέον δὲ καὶ εἴ που εἴρηται πνεῦμα ἐπαγγελίας ἅγιον, καὶ τί ἐκδεκτέον εἰς τὸ πνεῦμα τῆς ἐπαγγελίας τὸ ἅγιον. οἶμαι τοίνυν ὅτι ὥσπερ τὸ πνεῦμα τὸ ἅγιον, γενόμενον ἐπί τινι, ἅγιον ποιεῖ, καὶ τὸ πνεῦμα τῆς σοφίας σοφόν, καὶ τὸ πνεῦμα τῆς συνέσεως συνετόν, οὕτω καὶ τὸ πνεῦμα τῆς ἐπαγγελίας εἶναι πως ἤδη ἐν τῇ ἐπαγγελίᾳ. [i 14] ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. ζητήσεις εἰ πᾶς ὁ μετέχων ἁγίου πνεύματος μετέχει τοῦ πνεύματος τῆς ἐπαγγελίας, ἢ μόνος ὁ ἀκούσας λόγου ἀληθείας, ὄντος εὐαγγελίου σωτηρίας, καὶ πιστεύσας, οὗτος λαμβάνει τὸ τῆς ἐπαγγελίας πνεῦμα ἅγιον· ἔτι δὲ καὶ τούτοις ἐπιστήσωμεν, εἰ πᾶς ὁ μετέχων ὁπώσποτε πνεύματος ἁγίου ἔχει τὸν ἀρραβῶνα τῆς κληρονομίας. βέλτιον δὲ νοεῖν ὅτι, ὥσπερ ἐπὶ τῶν συνωνουμένων τι καὶ διδόντων ἀρραβῶνα κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τοῦ ὅλου ἀργυρίου δίδοται ἀρραβών, οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου προεγνωσμένων ἁγίου μελλόντων ἀγαθῶν δίδοται ἀρραβὼν τῆς κληρονομίας, ὡς ἀπὸ τοῦ ἀρραβῶνος τὸν δυνάμενον κατανοεῖν διαφορὰς τῆς δυνάμεως τοῦ ἀρραβῶνος καὶ ἀρραβῶνος ἤδ<η> ἂν ἀποφήνασθαι περὶ πλείονος καὶ ἐλάττονος κληρονομίας τῆς ἀποκειμένης τοῖς Χριστοῦ συγκληρονόμοις. ὥσπερ δὲ ὁ ἀρραβὼν τῆς κληρονομίας οὐχὶ ἔξω τι ἡμῶν ἐστιν (ἐν γὰρ ἑκάστῳ τὸ πνεῦμα τῆς ἐπαγγελίας ἐστὶ τὸ ἅγιον, ὁ ἀρραβὼν τῆς ἐπαγγελίας), οὕτως ἡ κληρονομία οὐκ ἔξωθέν ἐστι τοῦ κληρονομοῦντος, ἀλλ' ἐν τῷ νῷ τοῦ κληρονομοῦντος καὶ τῇ ψυχῇ αὐτοῦ· οὐδὲν γὰρ τῶν ἔξωθεν συγκρίνεσθαι δύναται τελειότητι νοῦ θεωροῦντος κάλλη Σοφίας καὶ Λόγου Θεοῦ καὶ Ἀληθείας. τοῦτο μέντοιγε τὸ πνεῦμα τῆς ἐπαγγελίας τὸ ἅγιον, ὅπερ ἐστὶν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, ἐπὶ τοῦ παρόντος δίδοται τοῖς ἁγίοις, ἵνα ἀπολυτρωθῶσι καὶ περιποιηθῶσι τῷ Θεῷ, καταρτιζόμενοι εἰς ἔπαινον τῆς δόξης τοῦ Θεοῦ. τὸ δὲ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ πρὸς τῷ ἀποδεδομένῳ δύναται καὶ τοιοῦτο δηλοῦν, ‘ἐπὶ τῷ ἐπαινεῖν τὴν δόξαν τοῦ Θεοῦ ἕκαστος, νῦν μὲν τὸ πνεῦμα τῆς ἐπαγγελίας λαμβάνων ἀρραβῶνα τῆς κληρονομίας, ὕστερον δὲ αὐτὴν τὴν κληρονομίαν·’ οὐ μέντοι (ὡς ἄν τις ὑπονοήσαι σημαίνεσθαι ἐκ τῆς λέξεως) ὡς χρῄζοντος τοῦ Θεοῦ τῶν ἐπαινούντων τὴν δόξαν αὐτοῦ, ἀλλ' ὡς μεγίστων ἀγαθῶν περιγινομένων τοῖς τεθεωρηκόσι τὸ ἐπαινετὸν τῆς δόξης τοῦ Θεοῦ καὶ μὴ δυναμέν<οις> σιωπᾶν αὐτό, ἀλλ' ἀεὶ πρὸς τ<ῷ> εὐφραίνεσθαι ἐν τῷ ὑμνεῖν αὐτὸ γινομένοις.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg035.local001/.
