# Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 16.1

Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis), Section 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-i-ad-corinthios-in-catenis/16.1

iii 16—20 [οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν· οἵτινές ἐστε ὑμεῖς. μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστί· γέγραπται γάρ Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· καὶ πάλιν Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι.] [Ὠριγένους] Εἰ θέλεις ἀληθινὸν ναὸν τοῦ θεοῦ μαθεῖν, ζήτει λίθους ζῶντας καὶ καθαροὺς λελατομημένους, ὑπὸ τοῦ λόγου βεβληκότας, καὶ ἑστῶτας τετραγώνους, μηδὲν ἔχοντας ἄστατον μηδὲ κυλιόμενον· εἰ γὰρ καὶ λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς, ἀλλ' οἱ λατόμοι οὐκ ἐῶσιν αὐτοὺς μέχρι τέλους κυλίεσθαι. ὑμεῖς οὖν ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ. καὶ παρὰ τῷ ἀποστόλῳ δὲ λέγεται ὅτι ἐσμὲν ναὸς οἱ πάντες εἷς, ἑκάστου ἡμῶν λίθου τινὸς ὄντος ἀπὸ τοῦ ναοῦ. φ<η>σὶ δὲ οὕτως ἐν τῇ πρὸς Ἐφεσίους Ἄρα οὐκ ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ· ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ· ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. Δεῖ οὖν μηδένα λίθον ἀνάρμοστον εἶναι τῇ οἰκοδομῇ· ἐὰν γὰρ δύο φησὶ συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. πόσῳ οὖν πλέον, ἐὰν πάντες οἱ λίθοι συμφωνήσωσιν εἰς μίαν ἁρμονίαν καὶ γένηται πάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία, ἡ εὐχὴ αὐτῶν δυνήσεται καὶ ἰσχύσει; καλὸν οὖν ἐστὶ τὸ αὐτὸ λέγειν πάντας ἡμᾶς ἵνα ὦμεν κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ· οὕτως γάρ ἐστε οἰκοδομὴ συναρμολογουμένη εἰς ναὸν ἅγιον ἐν κυρίῳ. Δύναται δὲ καὶ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν εἶναι ναὸς ἑτέρῳ λόγῳ· εἰ γὰρ ναός ἐστιν ὁ ἔχων δόξαν θεοῦ, πᾶς ὁ ἔχων ἐν ἑαυτῷ δόξαν θεοῦ ναός ἐστι κατὰ τοῦτο τοῦ θεοῦ. δόξαν δὲ ἔχει πλείονα ἢ ἐλάττονα ὁ ποιῶν δοξάζεσθαι τὸ ὄνομα τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς διὰ τὰς πράξεις αὐτοῦ· διὸ γέγραπται τοὺς δοξάζοντάς με δοξάσω. τότε οὖν μάλιστα ἐσόμεθα ναὸς θεοῦ, ἐὰν χωρητικοὺς ἑαυτοὺς κατασκευάσωμεν τοῦ πνεύματος τοῦ θεοῦ. οὐ δύναται μέντοι γε ἔχων τις πνεῦμα ἁμαρτίας τινὸς εἶναι ναὸς θεοῦ, ἐπειδήπερ τὸ πνεῦμα τοῦ θεοῦ μόνον οἰκεῖ ἐν ᾧ κρίνει κατοικεῖν. εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός. Τὸ ὅσον ἐφ' ἑαυτῷ ἕκαστος, κἂν λίθος ᾖ, φθείρει τὸν ναὸν τοῦ θεοῦ ἁμαρτήσας, καὶ ὁ σκάνδαλον δέ τι παρέχων τῇ ἐκκλησίᾳ φθείρει τὸν ναὸν τοῦ θεοῦ. κυριώτερον δὲ φθείρει τὸν ναὸν τοῦ θεοῦ ὁ πορνεύων, ἐπειδήπερ τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν οὗ ἔχετε ἀπὸ τοῦ θεοῦ. λέγεται οὖν ἄφθορος ὁ καθαρός, ἐφθαρμένη δὲ ἡ μηκέτι παρθένος, ὡς δὴ τοῦ ἔργου τούτου μόνου φθείροντος. εἴπερ οὖν τοῦτο ἔργον φθορᾶς ἐστιν, τοῦτο μάλιστα φυλαξώμεθα. ἐπεὶ καὶ ὁ κύριος μετὰ πάντων τῶν ἀγαπώντων τὸν θεὸν ἐστὶν ἐν ἀφθαρσίᾳ. καὶ ταῦτα μὲν ἰδίαν ἔσχεν περιγραφήν· ἐπειδὴ δὲ Κορίνθιοι μέγα ἐφρόνουν ἐπὶ τῇ τοῦ κόσμου σοφίᾳ, διὰ τοῦτο φησὶ πρὸς αὐτούς Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν (οὐχὶ εἴ τις σοφός ἐστιν ἀλλὰ δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν), ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω· οὐκ εἶπεν ἁπλῶς μωρός, ἀλλ' ἐν τῷ αἰῶνι τούτῳ, ὡς γὰρ πρὸς τὸν αἰῶνα τοῦτον μωροὺς ἡμᾶς λέγουσιν. μωρὸς οὖν γενέσθω ἐν τῷ αἰῶνι τούτῳ, ἵν' ἐκ τοῦ τῷ αἰῶνι τούτῳ μωρὸς γεγονέναι γένηται ἀληθῶς σοφός· ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ θεῷ ἐστίν. πῶς γὰρ οὐ μωρὸς ὁ μὴ λέγων μὴ εἶναι πρόνοιαν ἢ ἐξ ἀτόμων καὶ κενοῦ τὰ πάντα συνεστηκέναι ἢ τὴν ἡδονὴν τέλος εἶναι τῶν ἀγαθῶν, καὶ τἆλλα λέγων ὅσα τῆς ἔξω καὶ δοκούσης σοφίας ὕθλοι καὶ λῆροι τυγχάνουσιν· οὗτος γὰρ ἀληθῶς μωρός ἐστιν καὶ ταῦτα τὰ δόγματα μωρία εἰσίν. καὶ ἁπαξαπλῶς πᾶσαν Ἑλληνικὴν καὶ βαρβαρικὴν ἐξετάζων φιλοσοφίαν ἐρεῖς ὅτι ἐν οἷς διαφωνεῖ πρὸς τὴν Χριστοῦ διδασκαλίαν μωρία ἐστίν. γέγραπται γὰρ Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Ἐγὼ φημὶ οὐ μέγα πρᾶγμα εἶναι ἐὰν ὁ θεὸς ὡς θεὸς δράξηται τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, <ἀλλ'> ἐν Παύλῳ τῷ λέγοντι ἐν σαρκὶ γὰρ ζῶντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ. ἵνα δὲ τοῦτο σαφέστερον νοήσῃς, ἴδε μοι τὸν Παῦλον ἐπιδημήσαντα ταῖς Ἀθήναις καὶ ζητοῦντα πρὸς τοὺς παρατυγχάνοντας ὥστε καί τινας τῶν Ἐπικουρείων καὶ Στωικῶν φιλοσόφων συμβαλεῖν αὐτῷ, τότε γὰρ τῇ χάριτι τοῦ Χριστοῦ περιεδράσσετο αὐτῶν καὶ ἐδείκνυεν αὐτῶν τὰ σοφίσματα· ἐνταῦθα δὲ τοὺς σοφοὺς ὠνομάσθαι νομίζω τοὺς σοφιστάς, ὅσοι σοφίσματα περιπεπλεγμένα λέγουσιν οὐκ ἀλήθειαν δὲ διδάσκουσιν. καὶ πάλιν Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι. Οὐ θαυμαστὸν ἐὰν ὁ Κύριος καθ' ἑαυτοῦ γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι· ἀλλὰ θέλω ἐν ἐμοὶ γενόμενον τὸν Κύριον γινώσκειν τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι. ἐὰν γὰρ γένηται ἐν ἐμοὶ Χριστός, δύναταί μοι παραστῆσαι πῶς οἱ διαλογισμοὶ τῶν τοῦ κόσμου σοφῶν εἰσὶ μάταιοι καὶ πῶς λάμπει ἡ σοφία μόνη τοῦ θεοῦ νικῶσα καὶ καταπατοῦσα πᾶσαν δοκοῦσαν σοφίαν.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg034.local001/.
