# Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 24.1

Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis), Section 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-i-ad-corinthios-in-catenis/24.1

v 3—5 [ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ.] [Ὠριγένους] Οὐκ εἰς ὄλεθρον τῆς ψυχῆς, οὐκ εἰς ὄλεθρον τοῦ πνεύματος, ἀλλ' εἰς ὄλεθρον τῆς σαρκός· ἵνα γὰρ τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου, παραδίδοται. ἐξέβαλεν γὰρ ὁ Παῦλος τὸν τοιοῦτον, οὐκ εἰδὼς ὅτι μετανοήσει καὶ ἐπιστρέψει ἀλλὰ θέλων αὐτὸν παιδεῦσαι. ἄλλο γάρ ἐστιν ἐκκόψαι τινὰ ὡς ἀνεπίδεκτον μετανοίας καὶ ἐπιστροφῆς, ἄλλο παραιτήσασθαι ἐπὶ τοῦ παρόντος καὶ ἐκβάλλειν τῆς ποίμνης, ὡς ποιμὴν ἐκβάλλει πρόβατον ψώραν ἔχον, ἵνα μὴ ἡ νομὴ τοῦ τραύματος ἐκείνου ἐφ' ὅλον τὸ ποίμνιον νεμηθῇ. Θεραπευέσθωσαν οὖν οἱ κακῶς διάγοντες ἔξω γενόμενοι τῆς ποίμνης, ἐξομολογούμενοι καὶ πενθοῦντες τὰ ἴδια ἁμαρτήματα, ἐν νηστείαις καὶ πένθεσι καὶ κλαυθμοῖς καὶ τοῖς παραπλησίοις τὰ τῆς μετανοίας προσάγοντες. παραδίδονται γὰρ ἵνα παιδευθῶσιν, ὥστε αὐτῶν ὀλοθρευθῆναι τὴν σάρκα, τοῦτ' ἔστι τὸ φρόνημα τῆς σαρκός· οὐχ ἵνα τῆς ψυχῆς αὐτῶν ἅψηται, οὐχ ἵνα ἐκστήσῃ αὐτούς, οὐχ ἵνα ἄλλο τι ποιήσῃ, ἀλλ' ἵνα ἐξουσίαν λάβῃ μόνης τῆς <σαρκὸς> αὐτῶν, οὐκ ἐμοῦ διδόντος τὴν ἐξουσίαν ἀλλὰ τῆς ἐν ἐμοὶ δυνάμεως τοῦ Ἰησοῦ. Ἀπὸ τοῦ κρείττονος αὐτοῦ ὅλην ὠνόμασε τὴν σωτηρίαν, ἵνα μὴ εἴπῃ Καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου, ἀλλὰ τὸ πνεῦμα σωθῇ, ἀπὸ τοῦ κρείττονος ὀνομάσας ὅλου τοῦ ἀνθρώπου τὴν σωτηρίαν. ὡς γὰρ σωθησόμενον αὐτὸν κελεύει παραληφθῆναι εἰς τὴν ἐκκλησίαν ἐν τῇ δευτέρᾳ ἐπιστολῇ. Ἀπεῖναι δὲ τῷ σώματι καὶ παρεῖναι τῷ πνεύματι Παύλου ἐστὶ καὶ τῶν παραπλησίων αὐτῷ· ἔφη γὰρ καὶ ἑτέρωθι Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. οὐδεὶς δὲ ἡμῶν δύναται εἰπεῖν ὅτι Πάρειμι καὶ βλέπω τῆς ἐκκλησίας τὰ προτερήματα ἢ τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. τοιοῦτος ἦν Ἐλισσαῖος· εἰ γὰρ καὶ μὴ παρῆν τῷ σώματι, πνεύματι συναπῆλθεν τῷ Γιεζῇ καὶ φησὶ πρὸς αὐτὸν Οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ ἡνίκα ἔλαβες τὸ διτάλαντον τοῦ ἀργυρίου καὶ ἔλαβες τὰς στολὰς ἀπὸ Νεμὰν τοῦ Σύρου; ἆρ' οὖν Ἐλισσαῖος μὲν ταύτην τὴν χάριν εἶχεν, Παῦλος δὲ ὁ τοῦ Χριστοῦ ἀπόστολος ὁ ζηλῶν τὰ χαρίσματα τὰ μείζονα, μᾶλλον δὲ ἵνα προφητεύῃ, οὐκ εἶχεν τοιαύτην χάριν; ἀλλ' ἀποφαίνομαι καὶ τεθαρρηκότως λέγω ὅτι ἦν Παῦλος οὐ μόνον ἀπόστολος ἀλλὰ καὶ προφήτης· τοιοῦτος ἦν ὅτε φησὶν Ἔσονται οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς· ταῦτα γὰρ οὐχ ὡς ἀπόστολος ἀλλ' ὡς προφήτης εἶπεν. καὶ Τὸ πνεῦμα δέ φησιν ῥητῶς λέγει ὅτι ἐν ἐσχάτοις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως. ποῖον δὲ πνεῦμα; ὡσεὶ ἔλεγεν Τὸ ἐν ἐμοὶ πνεῦμα. ἔχων οὖν ταύτην τὴν χάριν, εἰ καὶ ἀπῆν τῷ σώματι, ὅπου ἐβούλετο παρῆν τῷ πνεύματι· οὐ μόνος γὰρ παρῆν τῷ πνεύματι, ἀλλὰ καὶ ἡ δύναμις Ἰησοῦ.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg034.local001/.
