# Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 38

Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis), Section 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-i-ad-corinthios-in-catenis/38

vii 21—24 [Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστι Χριστοῦ. τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.] [Ὠριγένους] Δοῦλον ὠνόμασεν ἀναγκαίως τὸν γεγαμηκότα· δοῦλος γὰρ τῆς γυναικὸς ὁ ἀνήρ, μὴ ἔχων ἐξουσίαν τοῦ ἰδίου σώματος, καὶ τοῦ ἀνδρὸς ἡ γυνή· οὐκ ἐξουσιάζει γὰρ τοῦ ἰδίου σώματος ἀλλ' ὁ ἀνήρ. δοῦλος οὖν ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τοῦτ' ἔστιν, εἰ μὴ παρανομεῖς κατὰ τὸν λόγον, δύνασαι ἐλεύθερος εἶναι· πῶς; ἐκ συμφώνου ἵνα σχολάσητε τῇ προσευχῇ μετὰ πάσης ὁμονοίας. Ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· οἷον· Ἐκλήθης δοῦλος; τοῦτο ἴσθι ὅτι οὐ μόνον οὐκ εἶ δοῦλος, ἀλλὰ καὶ ἔχεις τι ἐλευθερίας διὰ τὸν κύριον. ὁ γὰρ ἀπελεύθερος οὔτε καθαρῶς ἐλεύθερός ἐστιν οὐδὲ ἔτι δοῦλος, ὡς εἶναι τὸν μὲν καθαρὸν πάντῃ ἐλεύθερον τὸν δὲ ἐν γάμῳ δοῦλον· ὅταν δὲ ἐν κυρίῳ ᾖ δοῦλος, τότε λέγομεν ὅτι ἀπελεύθερος κυρίου ἐστίν. ὁ δὲ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν οὐ γυναικός, ἀλλὰ τοῦ λόγου τοῦ θεοῦ. Τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. ὅση δύναμις νοήσατε τὸν ἐξαγοράσαντα ἡμᾶς τὸν λόγον τοῦ θεοῦ· τὸ αἷμα τὸ ἐκχυθὲν ὑπὲρ ἡμῶν ἐξευμενίσωμεν. Ἐλέγομεν ἐν τῷ λόγῳ τῷ περὶ ἀγάμων καὶ γεγαμηκότων ὅτι ἐπιτείνει καὶ ἀνίησι τὸν λόγον. οὕτως καὶ ἐνθάδε πεποίηκεν εἰπὼν Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· οἱονεὶ γὰρ ἐπιτείνει καὶ σφοδρότερον ποιεῖ τὸν λόγον, προτρεπόμενος τοὺς κατὰ τὸ δυνατὸν οἵους τε καθαρεύειν καὶ καθαρεύειν ἕκαστον ἐν τῇ κλήσει ᾗ ἐκλήθη. Ἰστέον δὲ ὡς οἱ λοιποὶ ἑρμηνευταὶ περὶ ἀκροβυστίας καὶ περιτομῆς κατὰ τὸ ῥητὸν ἐκδεδώκασι τὴν ἔννοιαν· συνήθως γάρ, φασίν, ἀπὸ τοῦ προκειμένου εἰς ἕτερα μεταβαίνει, πᾶσι νομοθετῶν τὰ κατάλληλα.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg034.local001/.
