Ancient Greek
Section 39
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 39.1
Not analysed yet
vii 25 [Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.] [Ὠριγένους] Τῶν ἐντολῶν αἱ μὲν εἰσὶν ἐπιτεταγμέναι, αἱ δὲ οὐκ ἐπιτεταγμέναι ἀλλ' αὐτεξούσιοι καὶ τῇ προαιρέσει ἐπιτετραμμέναι ὑπὸ τοῦ θεοῦ. αἱ μὲν γὰρ αὐτῶν ὧν οὐκ ἔστιν ἄνευ σωθῆναι, αὗταί εἰσιν αἱ προστεταγμέναι· αἱ δὲ μείζονες τῶν προστεταγμένων, ἃς κἂν μὴ ποιήσωμεν σωζόμεθα, οὐκ εἰσὶν ἐπίταγμα τοῦ θεοῦ. ἄκουε γάρ, φησίν, τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ διδάσκοντος ἐν αὐτῷ καὶ λέγοντος ὅταν ποιήσητε πάντα τὰ διατεταγμένα ὑμῖν, ὀφείλετε λέγειν δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν. καὶ εἰ, ἐὰν ποιήσω πάντα τὰ διατεταγμένα, δοῦλός εἰμι ἀχρεῖος, πότε φεύξομαι τὸ εἶναι δοῦλος ἀχρεῖος; ἐὰν φιλοτιμ<ό>τερος ὢν ἐπαναβαίνῃς ἀπὸ τῶν διατεταγμένων· οἷον· Τὸ οὐ μοιχεύσεις ἐὰν τηρήσω καὶ τὸ μὴ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ὃ ὤφειλον ποιῆσαι πεποίηκα. ἐὰν δὲ παρθένος μείνω, οὐ κελευσθεὶς οὐδὲ διαταχθείς, οὐκέτι λέγω ἐπὶ τῷ τῆς παρθενίας κατορθώματι δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν ἐντολῶν, ἐὰν μὴ <κ>λέψω ἢ πλεονεκτῶ, ὀφείλομεν λέγειν ἀχρεῖοι δοῦλοι ἐσμέν. ἐὰν δὲ πωλήσω πάντα τὰ ὑπάρχοντά μου καὶ δώσω πτωχοῖς, οὐκέτι λέγω Ἀχρεῖός εἰμι, ὃ ὤφειλον ποιῆσαι πεποίηκα. διὰ τοῦτο λέγει ὁ ἀπόστολος Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. ἐν γὰρ τῷ λέγειν τοῖς μαθηταῖς τὸν κύριον οὐ πάντες χωροῦσι τὸν λόγον ἀλλ' οἷς δέδοται καὶ ἐπιφέρει ὁ δυνάμενος χωρεῖν χωρείτω· οὐκ ἐπέταξεν, ἀλλ' αὐτεξούσιον εἴασεν. Γνώμην οὖν, φησὶν ὁ ἀπόστολος, δίδωμι, καὶ ἵνα παραστήσῃ ὅτι κύριος ἐν αὐτῷ λέγει εἶπεν ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. [vii 26] Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Ἀνάγκην φησὶ τὴν ἐν τῷ σώματι διατριβήν, ὡς καὶ ἑτέρωθί φησι τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. τετράκις δὲ ἐν τῷ τόπῳ τὸ καλὸν ὠνόμασεν ὁ ἀπόστολος· φησὶ γὰρ πρῶτον μὲν καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· δεύτερον δὲ καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· τρίτον Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· τέταρτον Καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. ὁρᾷς, ὅσα περὶ ἁγνείας εἴρηται, ταῦτα μετὰ τοῦ καλοῦ ὠνόμασται· ὅσα δὲ περὶ τοῦ γάμου, μετὰ τοῦ μὴ ἁμαρτάνειν τὸν γαμοῦντα. [vii 27] Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Δι' ὅλου τοῦ λόγου, καθὰ εἴρηται, ἐπιτείνει καὶ ἀνίησιν, ἵνα ὁ ἀκροατὴς ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ λαβὼν κρίνῃ εἴ τι δύναται καὶ ποίᾳ ἀσκήσει ἑαυτὸν ἐπιδοῦναι δυνηθῇ. οὕτως οὖν καὶ ἐνθάδε ἀπέτρεψε μὲν τοῦ λύειν τὸν γάμον, προτρέπεται δὲ πάλιν καθαρεύειν. οὐκοῦν δεδεμένον μὲν εἶπεν τὸν ἄνδρα τὸν γεγαμηκότα· εἰ δὲ περίστασίς ἐστι τὸ δεδέσθαι, καὶ δεῖ φεύγειν τὰς παριστάσεις ὅση δύναμις. καὶ τὸ δεδέσθαι γυναικὶ μὴ ζήτει λύειν, ὁ δὲ μὴ δεδεμένος ὀφείλει φυλάττεσθαι ἵνα μὴ δεθῇ· ἀληθῶς γὰρ εὑρήσεις αὐτοὺς δεδεμένους τῷ φίλτρῳ τῷ γαμικῷ. οὐκ ἔξεστιν οὖν τὸν ἐν γάμῳ προληφθέντα ζητῆσαι ἄκαιρον ἐλευθερίαν, ἀλλὰ μένειν ἐν τῇ δουλείᾳ· καὶ εἰ λέλυταί τις, μὴ ζητεῖν γυναῖκα. [vii 28a] Ἐὰν δὲ καὶ γήμῃς, φησίν, οὐχ ἥμαρτες. οὐκ εἶπεν Ἐὰν γαμήσῃς, καλόν· ἀλλ' Ἐὰν γήμῃς, οὐχ ἥμαρτες· τήρει τὴν διαφοράν. καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν· οὐκ εἶπεν πάλιν Καλόν, ἀλλ' οὐχ ἥμαρτεν. [vii 28b] Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Πῶς γὰρ οὐχ ἕξουσι θλίψιν ὅτε τὰ εἰρημένα πρὸς τὴν γυναῖκα ἔρχεται ἐπὶ τὴν γεγαμημένην Ἐν λύπαις τέξῃ τέκνα καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει. τούτων δὲ πάντων ἐλευθέρα ἐστὶν ἡ παρθένος, ἐλευθερωθεῖσα ἀπὸ τῆς καθαρότητος, νυμφίον εὐλογίας περιμένουσα. πᾶς γάμος ἐν σκότῳ γίνεται, διὸ μὴ κοίταις καὶ ἀσελγείαις· ὁ δὲ Χριστοῦ γάμος, ὅταν ἀπολάβῃ αὐτοῦ τὴν ἐκκλησίαν, ἐν τῷ φωτὶ γίνεται. διὰ τί γὰρ μετὰ λαμπάδων καὶ ἐλαίου διαρκοῦντος εἰσέρχονται παρθένοι εἰς τὸν γάμον; διότι εὐσχημοσύνης ἐστὶν ὁ γάμος ἐκεῖνος. ὁ σαρκὶ κολλώμενος ἓν σῶμά ἐστιν· πνεύματι δὲ ὁ κολλώμενος ἓν πνεῦμά ἐστιν. τί δὲ εὐσχημονέστερον ψυχῆς πνεύματι κολλωμένης καὶ ἑνουμένης αὐτῷ, καὶ μηκέτι οὔσης ψυχῆς ἀλλὰ γινομένης ὅπερ τὸ πνεῦμα; ἐπὶ γὰρ τοῦ γάμου εἴρηται ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ἐπὶ δὲ τοῦ ὁ κολλώμενος τῷ κυρίῳ ἔσται ἓν πνεῦμα.