# Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 40

Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis), Section 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-i-ad-corinthios-in-catenis/40

ix 7—9 [Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται Οὐ φιμώσεις βοῦν ἀλοῶντα.] [Ὠριγένους] Ὡς μὲν στρατιώτης θεοσεβὴς φησὶν ὁ ἀπόστολος τὸ Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; ὡς δὲ θεοῦ γεώργιον πεπιστευμένος καὶ γεωργῶν τὴν ἐκκλησίαν τὸ Τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ὡς δὲ μαθητὴς τοῦ καλοῦ ποιμένος καὶ τεθεικότος τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων τὸ Τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; καὶ ὡς μὲν στρατιώτης διδάσκει καὶ ἡμᾶς στρατεύεσθαι λέγων Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ὡς δὲ γεωργὸς διδάσκει καὶ ἡμᾶς γεωργεῖν· ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ θεὸς ηὔξανεν. περὶ δὲ ποιμένων οἱ προφῆται ἡμᾶς ἐδίδαξαν, τῶν ἀγαθῶν τοὺς μισθοὺς διηγούμενοι καὶ τῶν ἄλλως ποιμαινόντων τὰς κολάσεις ἀπαγγέλλοντες. Καὶ δόξει μὲν ὁ ἀπόστολος διὰ τούτων τῷ μὴ προσέχοντι τῇ γραφῇ ἐπιλελῆσθαι τοῦ προκειμένου· τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει, ἀλλ' ἔχεται τοῦ λόγου. περὶ εἰδωλοθύτων πρόκειται αὐτῷ διδάσκειν, ἵνα κἂν γνῶσίν τις ἐπαγγελλόμενος φάσκῃ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν εἰδωλοθύτων χρήσεως αἰτία δὲ ἑτέροις βλάβης γίν<η>ται, ὀφείλει πεφροντικέναι τοῦ πέλας, ἵνα μὴ τῇ προφάσει αὐτοῦ ἄλλοι ἀπολλύωνται. εἰς τοῦτο παραλαμβάνει τὰ παραδείγματα καὶ λέγει Οὐ πάντως ἐάν τινος ἐξουσίαν ἔχωμεν, ὀφείλομεν καταχρᾶσθαι τῇ ἐξουσίᾳ. εἴτε γὰρ στρατιώτης ἐστίν, οὐ στρατεύεται ὥστε μηδὲν τοῖς ὀψωνίοις περιποιεῖν ἑαυτῷ· εἴτε γεωργός, οὐκ ἀρκεῖται τῷ μισθῷ ἀλλ' ἐσθίει ἀπὸ τῆς σταφυλῆς· εἴτε ποιμήν, πρὸς τῷ μισθῷ μεταλαμβάνει τοῦ γάλακτος. οὕτως κἀγὼ ὀφείλω, πρὸς ταῖς ἀποκειμέναις μοι ἐπαγγελίαις ἐκ τοῦ καλῶς ἐστρατεῦσθαι ἢ γεωργεῖν ἢ ποιμαίνειν, μεταλαμβάνειν ἐν τῷ κόσμῳ τούτῳ τῶν πρὸς τὰς χρείας ἀπὸ τῶν ὑπ' ἐμοὶ στρατιωτῶν, τῶν γεωργουμένων, τῶν ποιμαινομένων. ἀλλ' ὅμως, εἰ καὶ ἐξουσίαν ἔχω τῶν πρὸς τὰς χρείας, σκοπῶν τὸ τῆς οἰκοδομῆς τῶν ἀνθρώπων οὐ καταχρῶμαι τῇ ἐξουσίᾳ, εὐλαβούμενος ἐκκοπήν τινα δοῦναι τῷ εὐαγγελίῳ τοῦ χριστοῦ, ἢ καὶ διδόναι πρόφασιν τοῖς περιπατοῦσιν ἀτάκτως καὶ μηδὲν ἐργαζομένοις ἀλλὰ καὶ περιεργαζομένοις. ὥσπερ οὖν ἐγὼ οὐ χρῶμαι τῇ ἐξουσίᾳ ᾗ ἔλαβον ἀπὸ τοῦ λόγου, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς οἱ φάσκοντες εἶναι σοφοὶ ὀφείλετε μὴ χρ<ῆ>σθαι τῇ ἐξουσίᾳ ἀλλὰ προνοεῖσθαι τῆς τῶν πέλας οἰκοδομῆς. Εἰ δὲ ἀμάρτυρός τισιν ὁ λόγος εἶναι νομίζεται καὶ κατὰ λογισμὸν ἀνθρώπινον λέγεσθαι, ἀκουέτω τοῦ νόμου λέγοντος Οὐ φιμώσεις βοῦν ἀλοῶντα καὶ τὰ ἑξῆς.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg034.local001/.
