# Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 42

Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis), Section 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-i-ad-corinthios-in-catenis/42

ix 16 [Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δέ μοι ἐστὶν ἐὰν μὴ εὐαγγελίζωμαι. εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.] [Ὠριγένους] Διδασκόμεθα ὅτι ὅσα ἐξ ἀνάγκης ποιοῦμεν, ταῦτα οὐκ ἔχει καύχημα· ὅσα δὲ προαιρέσει ποιοῦμεν, οὐκ ἐπικειμένης ἀνάγκης, ταῦτα ἔχει καύχημα. οἷον· ὁ μὴ μοιχεύων ἢ φονεύων <οὐκ> ἔχει καύχημα, ἀλλ' ὁ παρθενεύων· οὐ γὰρ ἐξ ἀνάγκης ἦλθεν εἰς τὸ παρθενεύειν ἀλλ' ἐκ προαιρέσεως. ὅπου δὲ τὸ Οὐαὶ παράκειται ἐὰν μὴ ποιῶ, οὐκ ἔχω καύχημα. διὰ τοῦτο φησὶν Εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Πάλιν καθολικὸν διδασκόμεθα. τινὰ ποιοῦμεν ἑκόντες ὅλῃ ψυχῇ, τινὰ δὲ ποιοῦμεν μέν, οὐχ ἑκόντες δὲ ἀλλ' οὐδὲ ἐν ὅλῃ ψυχῇ, ἀλλ' ἐκ λύπης ἢ ἐξ ἀνάγκης. τῶν μὲν γὰρ ἑκουσίως ὑφ' ἡμῶν γινομένων ἐστὶ μισθός· τῶν δὲ γινομένων μέν, ὡς ἐκ λύπης δέ, οὐδὲ μισθὸς οὐδὲ κόλασις. οἷον· Ἐλεημοσύνην ποιῶ· εἰ ἑκών, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οὐκ ἐγκαλοῦμαι μετὰ τῶν ἀκουόντων Ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. οὗτος οὖν ἐστιν ὁ μισθός, ἵνα ὅπου ἐξουσίαν ἔχω μὴ ποιήσω.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg034.local001/.
