Ancient Greek · ~18 min
Section 43
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 43.1
Not analysed yet
ix 19—23 [Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον <μὴ ὢν αὐτὸς ὑπὸ νόμον>, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεῷ ἀλλ' ἔννομος Χριστ<οῦ>, ἵνα κερδήσω ἀνόμους· ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. <πάντα> δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.] [Ὠριγένους] Τὸ ἐκ πάντων εἶναι ἐλεύθερον ἀποστόλου ἐστὶ τελείου. δύναται γάρ τις ἐλεύθερος εἶναι ἀπὸ πορνείας ἀλλὰ δοῦλος ὀργῆς, ἐλεύθερος ἀπὸ φιλαργυρίας ἀλλὰ δοῦλος κενοδοξίας· δύναται εἶναι ἐλεύθερος ἀπὸ ἄλλου ἁμαρτήματος, ἀλλὰ δοῦλος ἄλλου ἁμαρτήματος. τὸ δὲ εἰπεῖν Ἐλεύθερος ὢν ἐκ πάντων ἀποστόλου τελείου ἐστίν· ὁποῖος ἦν Παῦλος. κατὰ δὲ τὸ προκείμενον τοιοῦτον νοῦν ἔχει· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω. ἐλεύθερος γὰρ ὢν ἀπὸ Ἰουδαϊσμοῦ, ἐδούλωσα ἐμαυτὸν Ἰουδαίοις, ἵνα Ἰουδαίους κερδήσω· ἐλεύθερος ὢν ἀπὸ τοῦ εἶναι ὑπὸ νόμον ἐμαυτὸν ἐποίησα ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω. συγκατέβαινεν γὰρ ὁ Παῦλος εἰς συναγωγὰς Ἰουδαίων, εἰσήρχετο πρὸς αὐτούς, ἐποίει κατὰ τὰ ἔθη αὐτῶν χωρὶς βλάβης, οὐ συνυποκρινόμενος ἀλλὰ θηρεύων τινὰς ἐξ αὐτῶν. Τινὲς ἐζήτησαν τίς ἡ διαφορὰ τῶν ὑπὸ τ<ὸ>ν νόμ<ο>ν παρὰ τοὺς Ἰουδαίους· φαμὲν οὖν ὅτι οἱ ὑπὸ τὸν νόμον ἕτεροι Ἰουδαίων εἰσίν, ὡς Σαμαρεῖς. Τοῖς ἀνόμοις ὡς ἄνομος· ἦλθεν εἰς τὰς Ἀθήνας· εὗρεν ἐκεῖ φιλοσόφους· ἐχρήσατο οὐ προφητικοῖς λόγοις οὐδὲ νομικοῖς, ἀλλ' εἴ που ἦν ἐκ προπαιδεύσεως μάθημα Ἑλληνικὸν τοῦτο ὑπομνησθεὶς ἔλεγεν πρὸς Ἀθηναίους· φησὶ γὰρ Ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασιν Τοῦ γὰρ καὶ γένος ἐσμέν. ἐκεῖ τοῖς ἀνόμοις γέγονεν ὡς ἄνομος, ἵνα τοὺς ἀνόμους κερδήσῃ. καὶ πάλιν φησὶ Διερχόμενος καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο Ἀγνώστῳ θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. καὶ διὰ τούτων ἄρχεται θεοσέβειαν παραδιδόναι. Τοῖς οὖν ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεῷ. οὐκ ἐν τῷ συγκαταβαίνειν αὐτοῖς ἀνομίαν τινὰ ἐποίουν, ἀλλ' ἐτήρουν ἐμαυτὸν ἔννομον Χριστοῦ, ἵνα κερδήσω τοὺς ἀνόμους. ἅμα δὲ τηρεῖ καὶ τὸ ἀκριβὲς αὐτοῦ· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐκ εἶπεν ἐνθάδε, Μὴ ὢν Ἰουδαῖος. Ἰουδαῖος γὰρ ἦν ἐν τῷ κρυπτῷ, οὐκέτι ἐν τῷ φανερῷ. καὶ πάλιν Τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον· ἀναγκαίως ἐνθάδε ἔθηκεν τὸ Μὴ ὢν ὑπὸ νόμον· Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὡσανεὶ ἔλεγεν, Μὴ ὢν Σαμαρεύς. Τοῖς δὲ ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεῷ. ἀλλ' ὑπολήψεταί μέ τις ἀποστάτην τοῦ νόμου γεγονέναι καὶ ἄνομον τῷ θεῷ· φημὶ δὲ ὅτι εἰ καὶ μὴ τηρῶ τὸν νόμον κατὰ τὸ ῥητὸν οὐκ εἰμὶ ἄνομος τοῦ θεοῦ ἀλλ' ἔννομός εἰμι τοῦ Χριστοῦ τηρῶν τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον, ἵνα κερδήσω τοὺς ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής· οὐκ εἶπεν ἐνθάδε Μὴ ὢν αὐτὸς ἀσθενής· ἀλαζονικὸν γὰρ ἦν, ὑπερήφανον ἦν, οὐκ ἦν κατὰ τὸν ἀπόστολον εἰπεῖν Οὐκ ὢν αὐτὸς ἀσθενής, τὸν ἀπὸ κυρίου ἀκούσαντα ὅτι ἡ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται καὶ διὰ τοῦτο ἐν ἀσθενείαις καυχώμενον. πῶς δὲ Τοῖς ἀσθενέσιν ἀσθενής; ὅτε ἐπιτρέπει τοὺς πυρουμένους γαμεῖν, ὅτε συμπάσχει ταῖς ἀποβαλούσαις ἄνδρας, ὅτε φησὶ Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω καὶ τὰ λοιπά. ἐν τούτοις ἐγένετο τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ. Εἶτα μετὰ ταῦτα λέγει Τοῖς πᾶσι γέγονα τὰ πάντα ἵνα πάντας ἢ τινὰς σώσω. Ὃν ἐὰν λάβῃς ἄνθρωπον, ἓν τῶν πέντε ἐστίν· ἢ γὰρ Ἰουδαῖός ἐστιν, ἢ ὑπὸ νόμον, ἢ ἄνομος, ἢ ἀσθενής, ἢ πάντα ἐστίν. ὁ τέλειος πάντα ἐστίν· τοῖς οὖν πᾶσι, τοῦτ' ἐστὶ τοῖς τελείοις, γέγονα τέλειος, ἵνα πάντας κερδήσω. Σοφίαν γάρ φησι λαλοῦμεν ἐν τοῖς τελείοις καὶ τὰ ἑξῆς. οὗτος δύναται εἰπεῖν Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. [Ὠριγένους] Μόνος ὁ τέλειος δύναται εἰπεῖν τὴν τοῦ τελείου ἀποστόλου ἐν κυρίῳ φωνὴν τὴν Πάντα ποιῶ διὰ τὸ εὐαγγέλιον. ὁ γὰρ ἁμαρτάνων οὐ δύναται τοῦτο εἰπεῖν. εἰ δὲ ὁ πάντα ποιῶν διὰ τὸ εὐαγγέλιον κοινωνός ἐστι τοῦ εὐαγγελίου, ὁ ποιῶν δὲ τὴν πορνείαν κοινωνός ἐστι τῆς πορνείας τοῦ πνεύματος, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων παθῶν. ἕκαστος οὖν κοινωνὸς ἐκείνῳ ᾧ ἐκοινώνησεν γίνεται. ἀλλ' ἐρεῖ τις τῶν ἀκουόντων Ὁ βίος μου μικτός ἐστιν· οὔτε πάντα ποιῶ διὰ τὸ εὐαγγέλιον, οὔτε πάντα ποιῶ διὰ τὴν ἁμαρτίαν καὶ τὴν ἡδονήν. πρὸς τοῦτο φήσομεν Ταῦτα ὁ θεὸς τὰ κρίματα ἔχει· κατὰ τὰ κρίματα τὰ πολλὰ ποικίλα ἀποδίδωσι.