# Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 44

Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis), Section 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-i-ad-corinthios-in-catenis/44

ix 24 [Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε, ἵνα καταλάβητε.] [Ὠριγένους] Ἆρ' οὖν πάντες ἡμεῖς τρέχομεν καὶ εἷς λαμβάνει τὸ βραβεῖον, καὶ οἱ λοιποὶ ἀπολλύμεθα; ἕνα γὰρ εἶπεν τὸν λαμβάνοντα τὸ βραβεῖον, πολλῶν τρεχόντων. πάντες οἱ σωζόμενοι ἕν εἰσιν καὶ ἓν σῶμα· οἱ γὰρ πάντες εἰς ἄρτος ἐσμὲν καὶ τοῦ αὐτοῦ ἄρτου μετέχομεν, καὶ πάντες ἐστὲ σῶμα Χριστοῦ. πάντες οὖν οἱ σωζόμενοι, εἷς ἐστὶν ὁ λαμβάνων τὸ βραβεῖον. ἐν τῷ σταδίῳ οὖν πάντες τρέχουσιν, ὅσοι πρὸς δόγμα πολιτεύονται· καὶ οἳ ἀπὸ τῶν αἱρέσεων πρὸς δόγμα πολιτεύονται, καὶ Ἰουδαῖοι τάχα, καὶ οἳ τὰ Ἑλλήνων πρὸς δόγμα πολιτεύονται φιλοσοφοῦντες. καὶ οὗτοι εἰσὶ πάντες οἱ ἐν σταδίῳ τρέχοντες· τρέχει καὶ ἡ ἐκκλησία· ἀλλ' εἷς λαμβάνει τὸ βραβεῖον ὁ εἷς ἄνθρωπος, περὶ οὗ φησὶν ὁ ἀπόστολος Μέχρι καταντήσωμεν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ χριστοῦ. πᾶσαν δὲ κρίσιν τοῦ θεοῦ δεῖ εὑρεθῆναι περὶ πάντας τοὺς ἐν τῷ σταδίῳ τρέχοντας, ἵν' ὁ μέν τις λάβῃ πρωτεῖα ἑξῆς δὲ ἕκαστος κατὰ τὴν αὐτοῦ ἀξίαν.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg034.local001/.
