# Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 51

Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis), Section 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-i-ad-corinthios-in-catenis/51

xiii 4—5 [Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς.] [Ὠριγένους] Τὰ ἐγκώμια τῆς ἀγάπης τῆς ὑπερεχούσης τὰ χαρίσματα διεξέρχεται. ἔδει γὰρ αὐτὸν διδάξαι καὶ τί ἐστιν ἀγάπη καὶ πῶς ἐστιν ὁ ἔχων τὴν ἀγάπην. Ἡ ἀγάπη μακροθυμεῖ· εἰ ἔχεις μακροθυμίαν τὴν οὖσαν κάρπον τοῦ πνεύματος ἔχεις αὐτὴν διὰ τὴν ἀγάπην. Χρηστεύεται· τί χρηστότητι ἐναντίον; ἡ πονηρία. εἰ πονηρεύῃ κατά τινος, οὐκ ἔχεις τὴν ἀγάπην. εἰ χρηστὸς εἶ καὶ γλυκὺς πρὸς πάντας τοὺς ἀνθρώπους, ἔχεις ἀγάπην. Ἡ ἀγάπη οὐ ζηλοῖ· εἰ ζῆλός ἐστιν ἐν σοὶ ὁποῖος ἦν ἐν τῷ Κάϊν πρὸς τὸν Ἄβελ ἢ ὁποῖος ἦν ἐν τοῖς ἀδελφοῖς τοῦ Ἰωσὴφ πρὸς τὸν Ἰωσήφ, οὐκ ἔχεις τὴν ἀγάπην. μαχόμενον πρᾶγμά ἐστι· τὸ ἀγαπᾶν, τὸ ζηλοῦν. Ἡ ἀγάπη οὐ περπερεύεται· ὅταν τις προπετὴς ᾖ ἐπαγγελλόμενος εἰδέναι ἢ περὶ τέχνης ἢ περὶ ἐπιστήμης ἢ περὶ γνώσεως, οὗτός ἐστιν ὁ περπερευόμενος παρὰ τὸ μὴ ἔχειν τὴν ἀγάπην. Οὐκ ἀσχημονεῖ· οὐδεὶς τὴν ἀγάπην ἔχων ἄσχημόν τι πράττει· ἐὰν οὖν ποτε ἀδελφοὶ ἡμῶν ἄρρ<η>ν καὶ θήλεια φάσκοντες κατὰ θεὸν ἀλλήλους ἀγαπᾶν δι' ἀσθένειαν πέσωσι προφάσει ἀγάπης, λέγωμεν αὐτοῖς ὅτι οὐκ ἔχουσι τὴν ἀγάπην· ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. Οὐ ζητεῖ τὰ ἑαυτῆς· οὐδεὶς ἀγάπην ἔχων ζητεῖ τὰ ἑαυτοῦ· οἷον μήτηρ τὸ ἀγαπᾶν τὸν υἱὸν ἢ πατὴρ οὐ ζητεῖ τὰ ἴδια ὡς τὰ τοῦ υἱοῦ· τὸ γὰρ ἔχειν ἀγάπην οὐ φίλαυτον. εἰ ἐζήτει τὰ ἑαυτοῦ ὁ Σωτὴρ ἐν μορφῇ θεοῦ ὑπάρχων καὶ ὢν ἴσα θεῷ, ἔμενεν ἂν ἐν τῇ μορφῇ ἐκείνῃ· νῦν δὲ σῶσαι κόσμον ἀπολλύμενον θελήσας ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ἐλθὲ καὶ ἐπὶ τοὺς ἁγίους· ἴδε τὴν ἀγάπην Μωϋσέως· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ἧς ἔγραψας. καὶ ὁ ἀπόστολος δὲ φησὶ Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν, καὶ Εὐχόμην αὐτὸς ἀνάθεμα εἶναι ἀπὸ τοῦ χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα. ἀνάθεμα τοῦ χριστοῦ εὔχεται εἶναι ὑπὲρ τῆς ἄλλων σωτηρίας.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg034.local001/.
