# Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 90

Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis), Section 90. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-epistulam-i-ad-corinthios-in-catenis/90

xvi 13—14 [Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.] [Ὠριγένους] Ἔστι γάρ τις ὕπνος ψυχῆς καὶ γρηγόρησις· διὸ καὶ ἀποτρέπων τοῦ καθεύδειν τὴν ψυχὴν διὰ Σολομῶντος ὁ λόγος φησὶ Μὴ δῷς ὕπνον τοῖς ὄμμασι, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. καὶ ὁ Σωτὴρ φησὶ Γρηγορεῖτε ἐν παντὶ καιρῷ καὶ προσεύχεσθε ἵνα δυνηθῆτε ἐκφυγεῖν τοὺς μέλλοντας γίνεσθαι πειρασμούς. Στήκετε· μὴ σαλεύεσθε ἀλλὰ βέβαιοι γίνεσθε. ὁ δίψυχος οὐχ ἕστηκεν ἐν τῇ πίστει ἢ ὁ ἀμφιβάλλων περὶ τῶν κατὰ τὴν πίστιν πραγμάτων. Ἀνδρίζεσθε· ὡς στρατιώταις λέγει· ἐνδύσασθε γάρ φησι τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Κραταιοῦσθε· οἷον· Ἀναλάβετε τὴν ἰσχύν, ἵνα δυνηθῆτε κραταιωθέντες εἰπεῖν Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω· Εἰσαγομένων τὸ ἐν φόβῳ ποιεῖν, τελείων δὲ τὸ ἐν ἀγάπῃ.

---

Origenes Theol., Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg034.local001/.
