Ancient Greek
Volume 12
Origen, Fragmenta ex commentariis in Exodum (+ In illud: Induravit dominus cor Pharaonis) 12.264
Not analysed yet
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ Εἰς τό· Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ. «Ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραὼ, καὶ οὐκ ἠβουλήθη ἐξαποστεῖλαι αὐτούς.» Πολλάκις ἐν τῇ Ἐξόδῳ κείμενον τό· «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ,» καὶ, «Ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ,» σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσσει, τούς τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. Τοῖς μὲν γὰρ ἀπιστοῦσι μετ' ἄλλων πολλῶν καὶ τοῦτο ἀπιστίας αἴτιον εἶναι δοκεῖ, ὅτι λέγεται περὶ Θεοῦ τὰ ἀνάξια Θεοῦ. Ἀνάξιον δὲ Θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρδίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· Καὶ πῶς, φασὶν, οὐκ ἄτοπον τὸν Θεὸν ἐνεργεῖν τινα, ἐπὶ τῷ ἀπει-