# Fragmenta ex commentariis in Exodum (+ In illud: Induravit dominus cor Pharaonis) 12.276

Origen, Fragmenta ex commentariis in Exodum (+ In illud: Induravit dominus cor Pharaonis), Volume 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-exodum-in-illud-induravit-dominus-cor-pharaonis/12.276

νουσι περὶ Θεοῦ, οὔτε εἰς ἃ δογματίζουσι περὶ φύσεως, συμβάλλεται αὐτοῖς, ὡς οἴονται, ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος. Ἡμεῖς δὲ πολλαχόθεν πειθόμενοι, καὶ πόνον καὶ κόλασιν τὰ προσαγόμενα ἀπὸ τοῦ Θεοῦ νομίζομεν γίνεσθαι, οὐδέποτε κατὰ τῶν πασχόντων, ἀλλ' ἀεὶ ὑπὲρ αὐτῶν. Καὶ τὰ χαλεπώτατα γοῦν Θεῷ νομιζόμενα προσάπτεσθαι τῶν ὀνομάτων, θυμὸς καὶ ὀργὴ, ἐλέγχειν καὶ παιδεύειν λέγεται ἐν τῷ· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με,» τοῦ ταῦτα εὐχομένου, δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ Θεοῦ, καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐτοῦ, ὡς τινῶν ἐλεγχθησομένων τῷ θυμῷ τοῦ Θεοῦ, καὶ παιδευθησομένων τῇ ὀργῇ αὐτοῦ. Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς Καινῆς Διαθήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν Σωτῆρος λέγοντος· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε δὲ ἐκάη·» οὐκ ἂν γὰρ μὴ σωτηρίου ὄντος τοῦ πυρὸς, ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀνθρώποις σωτηρίου, ἔλεγε ταῦτα ὁ τοῦ ἀγαθοῦ Θεοῦ Υἱός. Ἀλλὰ καὶ ὁ Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν, ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις, ἀλλὰ τῷ Κυρίῳ, οὐ μόνον πεφρόντικε τῆς οἰκοδομῆς τῶν ἐκ τοῦ ὁρᾷν τὸ γεγενημένον εὐλαβεστέρων ἐσομένων εἰς τὴν εἰς Χριστὸν πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνησκόντων· βουλόμενος αὐτοὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαιώσεως, ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων δεδώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. Καὶ Παῦλος δὲ τὸν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ τῷ λόγῳ τυφλῶν διὰ τῶν πόνων ἐπιστρέφει αὐτὸν εἰς θεοσέβειαν, λέγων αὐτῷ· «Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας, καὶ νῦν ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» Ποίου καιροῦ; ἢ τοῦ ὅτε ἐπιπληχθεὶς καὶ βασανισθεὶς διὰ τὰ ἁμαρτήματα, ἔμελλε μετανοῶν ἄξιος γίνεσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν κατὰ ψυχὴν καὶ κατὰ σῶμα, ἵνα ἐξαγγέλληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῶν ὄψεων αὐτοῦ· καὶ κατὰ ψυχὴν, ὅτε ἔμελλε πιστεύων ὄνασθαι τῆς θεοσεβείας; Ἀλλὰ καὶ Δημᾶς, καὶ Ἑρμογένης, οὓς παρέδωκε τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν, παραπλήσιόν τι πεπόνθασι τοῖς προειρημένοις. Καὶ ὁ ἐν Κορίνθῳ τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκὼς, καὶ αὐτὸς παραδίδοται τῷ Σατανᾶ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον, καὶ ἐπὶ τέλει τοιαύταις κολάσεσι περιβαλλόμενον ἀπὸ ἀγαθότητος οἰκονομεῖται Θεοῦ. Ταῦτα δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος, ὡς ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ, «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ.» Ἐὰν δέ τις τὸ πρὸς τὸν Θεὸν εὐσεβὲς τηρῶν, κρείττονα, καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων Γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον. Καὶ ἐν ἄλλοις περὶ τοῦ αὐτοῦ. Ἔτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τόπον, μήποτε

---

Origenes Theol., Fragmenta ex commentariis in Exodum (+ In illud: Induravit dominus cor Pharaonis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg049.local001/.
