Ancient Greek
Volume 12
Origen, Fragmenta ex commentariis in Exodum (+ In illud: Induravit dominus cor Pharaonis) 12.280
Not analysed yet
στολῇ φησιν· «Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν·» ὡς τῆς μακροθυμίας αὐτοῦ ἐνηνοχυίας τὰ σκεύη τῆς ὀργῆς, καὶ οἱονεὶ γεγεννηκυίας. Εἰ γὰρ παρὰ τὸ μακροθυμεῖν αὐτὸν οὐ κολάζοντα τοὺς ἁμαρτάνοντας, ἀλλ' ἐλεοῦντα, ἐπλεόνασε τῇ χύσει, αὐτός πως ἤνεγκε τῇ ἑαυτοῦ μακροθυμίᾳ τὰ σκεύη τῆς ὀργῆς, καὶ ἵν' οὕτως εἴπω, αὐτὸς τὰ πάντα πεποίηκε σκεύη ὀργῆς, καὶ κατὰ τοῦτο, αὐτὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτῶν. Ὅτε γὰρ σημείων τοσούτων καὶ τεράτων γενομένων οὐ πείθεται ὁ Φαραὼ, ἀλλὰ μετὰ τηλικαῦτα ἀνθίσταται, πῶς οὐ σκληρότερος καὶ ἀπιστότερος ἐλέγχεται; τῆς σκληρότητος καὶ ἀπιστίας δοκούσης ἐκ τῶν τεραστίων δυναμένης γεγονέναι. Ὅμοιον δὲ καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ· «Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον·» οὐ γὰρ προέθετο ὁ Σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλ' ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν, τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετὰ τὰ τεράστια οὐ πεπιστευκότων αὐτῷ· ἀλλὰ καὶ εἰς πτῶσιν ἐλήλυθε. Καὶ μεθ' ἕτερα οὕτως. Τὰ τεράστια γινόμενα, τοῖς μὲν δεχομένοις καὶ πιστεύουσιν, ὡς παρὰ τοῖς ἐπιμίκτοις Αἰγυπτίοις τοῖς συνεληλυθόσι τῷ λαῷ, ἔλεος ἦν· τοῖς δ' ἀπειθοῦσι σκληρότητα ταῖς καρδίαις αὐτῶν ἐπιφέρει. Καὶ ἐκ τοῦ Εὐαγγελίου δὲ ἔτι παρὰ τὰ εἰρημένα ἔστι τὰ ὅμοια παραθέσθαι περὶ τοῦ καὶ τὸν Σωτῆρα κακῶν αἴτιον δοκεῖν γεγονέναι τισίν· «Οὐαί σοι χώρα Ζὶν, οὐαί σοι Βηθσαϊδὰ, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένετο τὰ σημεῖα τὰ γενόμενα ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἢ ὑμῖν,» καὶ τὰ ἑξῆς· προγνώστης γὰρ ὁ Σωτὴρ ὢν τῆς ἀπιστίας τῶν ἐν χώρᾳ Ζὶν, καὶ τῶν ἐν Βηθσαϊδὰ, καὶ τῶν ἐν Καπερναοὺμ, καὶ ὅτι ἀνεκτότερον γίνεται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως, ἢ ἐκείνοις, διὰ τί τὰ τεράστια ἐπετέλει ἐν χώρᾳ Ζὶν, καὶ ἐν Βηθσαϊδὰ, ὁρῶν ὅτι διὰ ταῦτα ἀνεκτότερον γίνεται ἐν ἡμέρᾳ κρίσεως Τυρίοις, καὶ Σιδωνίοις, ἢ τούτοις; Καὶ μεθ' ἕτερα. «Σὺ δὲ ἐρεῖς τῷ Φαραώ· Τάδε λέγει Κύριος· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Εἶπα δέ σοι, Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν. Εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτὸν, ὅρα γοῦν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον.» Λεκτέον οὖν τοῖς φάσκουσι δικαίου ταῦτα εἶναι Θεοῦ, καὶ ὑπολαμβάνουσι κατὰ τὸ πρόχειρον τῆς λέξεως ἐσκληρύνθαι τὴν καρδίαν Φαραὼ βασιλέως, ἵνα μὴ ἐξαποστείλῃ τὸν λαὸν αὐτοῦ, πῶς δίκαιος ὁ σκληρύνας τε τὴν καρδίαν, καὶ ἀπειλῶν, εἰ μὴ ἀπολύσει, ἀποκτεῖναι τὸν πρωτότοκον αὐτοῦ υἱόν; Θλιβόμενοι γὰρ πονηρὸν αὐτὸν ὁμολογήσουσιν. Εἶτα πάλιν ἀπὸ ἑτέρων ἀνατραπήσονται, καὶ ἀναχθήσονται εἰς τὸ μὴ τῇ προχείρῳ λέξει δουλεύειν, οὐ δυναμένῃ κατ' αὐτοὺς σῶσαι τὸ δίκαιον τοῦ Δημιουργοῦ. Ἅπαξ δὲ ἐὰν νῦν ἀναγκασθῶσι βε-