# Fragmenta ex commentariis in Exodum (+ In illud: Induravit dominus cor Pharaonis) 12.281

Origen, Fragmenta ex commentariis in Exodum (+ In illud: Induravit dominus cor Pharaonis), Volume 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-ex-commentariis-in-exodum-in-illud-induravit-dominus-cor-pharaonis/12.281

βιασμένως ταῦτα ἐξετάζειν, ἀναβήσονται ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ Δημιουργοῦ, ἀλλὰ φάσκειν αὐτὸν ἀγαθὸν εἶναι. Πευστέον οὖν τῶν οἰομένων νενοηκέναι τό· «Ἐσκλήρυνε Κύριος ὁ Θεὸς τὴν καρδίαν Φαραὼ,» πότερον ἀληθῶς πιστεύουσι λέγεσθαι ταῦτα ὑπὸ τοῦ Θεοῦ, διὰ Μωϋσέως ἐνθουσιῶντος, ἢ ψευδῶς· εἰ μὲν γὰρ ψευδῶς, οὔτε δίκαιος ἔτι κατ' αὐτοὺς ὁ Θεὸς, οὔτε ἀληθὴς, καὶ ὅσον ἐπὶ τούτοις οὐδὲ Θεός· εἰ δ' ἀληθῶς, κατανοείτωσαν εἰ μὴ ὡς αὐτεξούσιον αἰτιᾶται λέγων· «Εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτόν·» καὶ ἀλλαχοῦ· «Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με;» Τὸ γὰρ, «Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με;» δυσωπητικῶς λέγεται πρὸς τὸν Φαραὼ οὐκ ἐντρεπόμενον, οὐ παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι. Καὶ τὸ λεγόμενον δὲ παρὰ Μωϋσέως πρὸς τὸν Φαραὼ, «Ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ, καὶ σὺ, καὶ οἱ θεράποντές σου, ἐπίσταμαι ὅτι οὐδέποτε πεφόβησθε τὸν Κύριον,» δηλοῖ ὅτι φοβηθήσονται· ὅπερ ἁρμόζει πρὸς τοὺς ἑτεροδόξους, περί τε ἀγαθότητος Θεοῦ, καὶ περὶ τοῦ μὴ εἶναι ἀπολλυμένην φύσιν.

---

Origenes Theol., Fragmenta ex commentariis in Exodum (+ In illud: Induravit dominus cor Pharaonis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg049.local001/.
