Ancient Greek · ~3 min
Zu Joh. 1, 13.
Origen, Fragmenta In Evangelium Joannis (In Catenis) Zu Joh. 1, 13.-2
Not analysed yet
»Ἐξ αἱμάτων« τουτέστιν ἐξ ὑλικῶν ἔχουσι τὴν γέννησιν. τῷ γοῦν Πέτρῳ ὁ σωτήρ φησιν ὅτι »Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ »Ο πατήρ μου ὁ ἐν τοῖς ούρανοῖς«. (Καὶ ἄλλως·) Υἱοὶ θεοῦ εἶναι λέγονται οἱ οὐκ ἐξ αἱμάτων τὰς κατὰ νόμους θυσίας προσάγοντες, ἤγουν διὰ σφαγῶν καὶ αἱμάτων ἐκχύσεως εὐαρεστοῦντ· ες τῷ θεῷ, ἐκ θελήματος δὲ σαρκὸς οἱ πάντα ποιοῦντες πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις δίκαιοι. »θελή- »ματι γὰρ σαρκὸς‘ εὐαρεστεῖν οὗτοι προτέθεινται τὴν σάρκα περιτεμνόμενοι τεμνόμενοικαὶ προφανῶς ἰουδαΐζειν θέλοντες, μὴ ἐπιμελεῖσθαι δὲ τῆς καρδίας καὶ τοῦ ἐν τῷ κρυπτῷ Ἰουδαϊσμοῦ ἐκ θελήματος ἀνδρὸς οἱ προφάσει ἀνθρωπίνης φιλοσοφίας ἀπεχόμενοι μὲν κακίας, ἀρετὴν δὲ ἀναλαβόμενοι.