Ancient Greek · ~5 min
Zu Joh. 11, 2.
Origen, Fragmenta In Evangelium Joannis (In Catenis) Zu Joh. 11, 2.
Not analysed yet
Ὅτι Μαρία ἡ οὐτή ἐστι καὶ παρὰ τῷ Λουκᾷ ἡ ἀλείψασα τὸν κύριον μύρῳ δῆλον. ἀλλ᾿ ἐκεῖνος μὲν αὐτῆς ἀπεσιώπησεν τοὔνομα· Ἰωάννης δὲ καὶ τὸ ἐκείνῳ παραλειφθὲν ἀνεπλήρωσεν. τίς Δ’ ἂν μὴ παρατραπείη ἐκ τῆς τοιαύτης τοῦ Ἰησοῦ μαρτυρίας περὶ Μαρίας πρὸς τὸ μὴ ἀπογνοὺς ἑαυτὸν ἐπὶ τοῖς πρότερον ἥκειν καὶ παρακαθέζεσθαι τοῖς ποσὶ τοῦ Ἰησοῦ καὶ μαθητεύεσθαι αὐτῷ; καὶ γὰρ αὕτη, φησί, »γυνὴ ἦν ἐν τῇ πόλει ἁμαρτωλός«, ἥτις »ἐπιγνοῦσα ὅτι · κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας κλαίουσα τοῖς δάκρυσιν ἤρξατο »βρέχειν τοὺς πόδας αὐτοῦ‘. εἴποι δ’ ἄν τις τὴν μὲν Μαρίαν σύμβολον εἶναι τῶν ἀπὸ Μνῶν, τὴν δὲ Μάρθαν τῶν ἐκ περιτομῆς, τὸν δὲ ἐκ νεκρῶν ἀνιστάμενον ἀδελφὸν αὐτῶν τῶν διά τινα ἁμαρτήματα εἰς ᾄδου καταβεβηκότων κατὰ τὸ »Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ »εἰς τὸν ᾄδην«· καὶ οὐκ ἀπιθάνως διὰ τὴν ἐν τῷ Μωϋσέως νόμῳ πολιτείαν φήσει εἰρῆσθαι τῇ Μάρθᾳ· »Μάρθα Μάρθα, περὶ πολλὰ θορυβῇ καὶ περισπᾶσαι, ὀλίγων δέ ἐστι χρεία«· εἰς σωτηρίαν γὰρ οὐ τῶν πολλῶν κατὰ τὸ γράμμα τοῦ νόμου ἐντολῶν χρεία, ἀλλ’ ὀλίγων, ἐν οἷς κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται, τῶν περὶ ἀγάπης νενομοθετημένων.