Ancient Greek · ~12 min
Zu Joh. 12, 39f.
Origen, Fragmenta In Evangelium Joannis (In Catenis) Zu Joh. 12, 39f..1
Not analysed yet
Ὀτι γὰρ αὐτεξουσίους ἡμᾶς οἶδεν ἡ θεία γραφή, ψέγουσα μὲν ὡς παρ᾿ ἐαυτοὺς ψεκτοὺς τοὺρ ἁμαρτάνοντας, ἐπαινοῦσα δὲ ὡς παρά τὴν ἑαυτῶν αἰτίαν ἐπαινετοὺς τοὺς τηροῦντας τὴν θείαν ἐντολήν, ἄκουσον τί φησιν έν τῷ Δευτερονομίῳ· »Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ θεός σου αἰτεῖ παρά σου ἀλλ᾿ ἢ φοβεῖσθαι Κύριον τὸν θεόν σου, »πορεύεσθαι έν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λα- »τρεύειν Κυρίῳ τῷ θεῷ σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, φυλάσσεσθαι τὰς ἐντολὰς τοῦ κυρίου καὶ τὰ δικαιώματα »αὐτοῦ, ὅσα ἐγώ σοι ἐντέλλομαι σήμερον, ἕνα εὖ ἦ σοί; ‘ἐν δὲ τῷ Μιχαίᾳ· »Εἰ ἀναγγέλῃ σοι, ἄνθρωπε, τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρά σου ἀλλ’ ἢ τὸ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον »εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ θεοῦ σου; ‘]]ὅσον οὖν ἐπὶ τούτοις δυνατόν ἐστιν ἔκαστον ἡμῶν γενέσθαι δίκαιον ἢ ἄδικον. νοήσεις οὖν τὸ »Ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν »αὐτῶν τὰς καρδίας« ἀναφέρεσθαι ἐπὶ τὸν πονηρόν, καθὰ προείρη- ται. τυφλώσαντά τινων τοὺς ὀφθαλμοὺς καὶ πηρώσαντα αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ ἵνα νὴ νοήσωσι τῇ καρδίᾳ, καὶ ἴνα μεταστραφῶσι καὶ ἰάσηται αὐτοὺς ὁ κύριος. οὐ γὰρ ὥσπερ εἴρηκεν· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,]] οὕτω γέγραπται καὶ τὸ »Ἵνα μὴ στραφῶσι καὶ ἰάσηται αὐτούς«. ἄλλος οὖν ὁ τυφλῶν τοὺς ὀφθαλμοὺς καὶ πωρῶν τὴν καρδίαν, καὶ ἄλλος ὁ τοὺς ἐπιστρέφοντας ἰώμενος καὶ τοὺς συντετριμμένους τὴν καρδίαν καὶ τοὺς τυφλούς. καὶ ὁ ἀπόστολος δὲ ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ τοῦτό φησιν· »Εἰ δέ ἐστι »κεκαλυμμένον τὸ εὐαγγέλιον ἠμῶν, ἐν τοῖς ἐστὶν κεκαλυμμένον, ἐν »οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, »εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου τοῦ »χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ«.]] καὶ οὐ θαυμαστὸν εἰ ὑποβάλλοντες ἑαυτοὺς δι᾿ ἥμαρτον τῷ πονηρῷ τυφλοῦνται τοὺς ὀφθαλμοὺς ὑπ᾿ αὐτοῦ καὶ πωροῦνται κατὰ τὸ θέλημα αὐτοῦ τὴν ἑαυτῶν καρδίαν, πάντα ποιοῦντος ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ στραφῶσιν. ἀλλὰ καὶ εἰς τὸ Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν‘ τοιαῦτα λεκτέον, ὅτι ὥσπερ ἐπὶ τοῦ ἀπὸ γενετῆς τυφλοῦ, ὃν ὕστερον ὁ σωτὴρ ἡμῶν ἰάσατο, εἴ τις ἔλεγεν ὅτι Οὐδὲ δύναται βλέπειν διὰ τὸ τυφλὸν εἶναι, οὐ τοῦτο ἔλεγεν, ὅτι οὐ δυνατὸν]] αὐτόν ποτε ἰδεῖν· δυνατὸν γὰρ ἦν, Ἰησοῦ τῷ ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τῶν τυφλῶν χαριζομένου τοῖς τυφλοῖς τὸ βλέπειν]], τοὺς τέως μὴ δυνηθέντας βλέπειν ὕστερον ἰδεῖν, οὕτω τούς ποτε μὴ δυναμένους πιστεύειν διὰ τὸ τετυφλῶσθαι αὐτῶν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πονηροῦ]] οὐκ ἀδύνατον ἦν πιστεῦσαι προσελθόντας τῷ Ἰησοῦ καὶ εἰπόντας· »Υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς« καὶ ἀξιώσαντας ἀναβλέψαι]]. περὶ δὲ τοῦ μὴ αὐταῖς λέξεσιν εἰρῆσθαι παρὰ τῷ προφήτῃ τὸ κείμενον ἐν τῷ εὐαγγελίῳ οὐ θαυμαστόν, πολλαχοῦ τοῦτο ποιησάντων τῶν διακονησαμένων τὰ τῆς καινῆς διαθήκης λόγια, ὡς καὶ ἐν ἄλλοις τετηρήκαμεν. πλὴν ἰσοδυναμεῖ τὰ τοῦ Ἡσαίου ῥητὰ τοῖς ἐγκειμένοις ἐν τῷ εὐαγγελίῳ.