Ancient Greek · ~2 min
Zu Joh. 2, 13.
Origen, Fragmenta In Evangelium Joannis (In Catenis) Zu Joh. 2, 13.
Not analysed yet
Τὸ μὲν ἐκ σχοινίου φραγέλλιον ὑπὸ τοῦ Ἰησοῦ γεγονὸς ὑπῆρχον αἱ τῶν παρανομούντων ἁμαρτίαι. δι᾿ ὧν ὑπὸ τοῦ Ἰησοῦ αἰκιζόμενοι ἀπηλαύνοντο. σχοινίον μὲν γὰρ πολλαχῶς ἡ γραφὴ τὰς ἁμαρτίας ὠνόμασε· »Σχοινία ἁμαρτωλῶν περιεπλάκισάν μοι καὶ ἀδικίαν αἱ »χεῖρες αὐτῶν συμπλέκουσιν«· καὶ ἐν ταῖς Παροιμίαις· Σειραῖς τῶν »ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται«, τουτέστιν κολάζεται. ἐφραγελλώθησαν δὲ ὑπὸ τοῦ Ἰησοῦ καὶ ἀπηλάθησαν τοῦ ναοῦ τῷ ἑαυτῶν πλεχθέντι σχοινίῳ. τὸν γὰρ δίκαιον κριτὴν οὐκ ἠν ἑτέρωθεν πλέξαι καὶ ἐπάγειν τὴν κατὰ τῶν ἀσεβῶν τιμωρίαν, ἢ ἀφ’ ὧν αὐτοὶ ἡμαρτηκότες ἠνόμησαν.