Ancient Greek · ~1 min
Zu Joh. 4, 12.
Origen, Fragmenta In Evangelium Joannis (In Catenis) Zu Joh. 4, 12.-2
Not analysed yet
Φρέαρ τοῦ Ἰακὼβ εἶναι πρὸς ἀλληγορίαν τὴν Μωσέως γραφὴν ῥητέον, ἀφ᾿ ἡς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ τῶν θρεμμάτων ἅ ἦν τοῦ Ἴακώβ: θρεμμάτων]] πρὸς ἀλληγορίαν λαμβανομένων τῶν τὸ εὐσταθὲς καὶ πρᾶον ἄνευ λόγου ἐχόντων, ἅ καὶ κυρίως ἀγέλας καὶ πρόβατα τοῦ Ἰακὼβ εἶναι ῥητέον.