Ancient Greek
Klagel. Jerem. 1 Uberschr.
Origen, Fragmenta In Lamentationes (In Catenis de Prophetis) Klagel. Jerem. 1 Uberschr.
Not analysed yet
Ἐὰν ἴδωμεν Ὑποχείριον γινομένην τὴν ψυχὴν τῷ διαβόλῳ ἢ καὶτοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἁπαξαπλῶς ταὶς ἐκθραῖς δυνάμεσι τὴν τῇ φύσει θεωρητικὴν καὶ συνορὰν τὰ ἄντα καὶ ἐπιστῆσαι δυναμένην, νοήσομέν πως τὴν αἰχμαλωσίαν καὶ τὸν αἰχμαλωτίσαντα. ἀλλὰ καταφυγόντες ἐπὶ τὸν Χριστόν, τὸν κηρύξαντα κατὰ τὸν προφήτην Ἡσαΐαν »αἰχμαλώτοις ἄφεσιν«, ἐλευθερωρησόμεθα ἀπὸ τῆς αἰχμαλωσίας, κἂν μέχρι τοῦ δῆσαι φθάσῃ ὁ αἰχμαλωτεύσας. ἦλθε γὰρ Ἰησοῦς »ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει«.