Ancient Greek · ~1 min
I Sam. 5, 3.
Origen, Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum) I Sam. 5, 3.
Not analysed yet
Ἵνα γνῶσιν οἱ ἀλλόφυλοι ὅτι οὔτε ὁ θεὸς ἡττήθη διὰ τῶν Ἰσραηλιτῶν οὔτε αὐτὸν νενικήκασι τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τῶν Ἰουδαίων αἱ ἁμαρτίαι καὶ ἀσέβειαι τὴν ἠτταν πεποιήκασιν. πέπτωκε δὲ πρὸ τῆς κιβωτοῦ ὀ Δαγών, οὐχ ἴνα προσκυνήσῃ, οὐ γὰρ ἠν ἄξιος, ἀλλ’ ἵνα συντριβῇ· ὃ δὴ καὶ γέγονεν.