Ancient Greek · ~3 min
II Sam. 5, 6-8.
Origen, Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum) II Sam. 5, 6-8.
Not analysed yet
Ἐπολιόρκει τὴν Ἰεβοὺς ὀ Δαβίδ. Ἰεβοὺς δὲ ἡ νῦν Ἱερουσαλὴμ ἐλέγετο, ὅτε ὑπὸ ἀλλοφύλους ἦν. οἱ τοίνυν Ἰεβουοαῖοι, εἰδότες ὅτι φιλόπτωχος ἦν ό Δαβίδ, ὑπεβάλοντο ἄνωθεν ἀπὸ τοῦ τείχους τυφλοὺς καὶ χωλοὺς αὐτὸν ὑβρίζειν. ὀ δὲ κρατήσας τῆς Ἰερουσαλὴμ τοσοῦτον ἀπέσχε τοῦ διαθεῖναι κακῶς τοὺς λελωβημένους τὸ σῶμα, ὡς καὶ νόμον θέσθαι τοῖς αὐτοῦ στρατιώταις θανάτου, εἴ τις ἐπιχειρήσειεν ἀνελεῖν τυφλὸν ἢ χωλόν. πᾶς γὰρ ὀ τύπτων φησὶν Ἰεβουσαῖον χωλὸν ἢ τυφλὸν ἁπτέσθω έν παραξιφίδι, τουτέστιν ἀναιρείσθω· εἰ γὰρ καὶ ἐμίσουν τὴν ψυχὴν Δαβίδ, ἀλλὰ φειδοῦς τυγχάνουσι. διὸ ἀξιοῦται τῆς παρὰ πάντων τιμῆς λεγόντων· χωλὸς καὶ τυφλὸς οὐκ εἰσελεύσεται εἰς οἶκον κυρίου, οἱ τὸν Δαβὶδ ὑβρίσαντες, ὠν ἐφείδετο.