Ancient Greek · ~3 min
ANHANG., 1, 48 (Hom. 8) >ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν<
Origen, Fragmenta in Lucam (in catenis) 1, 48 (Hom. 8) >ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν<
Not analysed yet
Οὐχ ἁπλῶς δέ οὐδέ ἀκρίτως ἐν τῇ Μαρίᾶ γέγονεν ὁ λόγος, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν αὐτῆς ταπείνωσιν, ἣν ἀγαπᾷ ὁ θεὸς καὶ ὑπερυψοῖ ὡς μιμουμένην αὐτὸν τὸν ταπεινώσαντα ἑαυτὸν καὶ μορφὴν δούλου λαβόντα· >ὅτε ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ<· ἐν Ἡσαΐα φησίν· >ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾿ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; <Εἶτά φησιν· >ἐπειδὴ ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ< —δούλη γὰρ αὐτοῦ εἰμι ὡς πλάσμα αὐτοῦ καθὼς καὶ τὰ λοιπὰ κτίσματα —Ε; ἀπὸ τοῦ νῦν μακαριοῦσί με>, οὐ σὺ μόνη ἡ Ἐλισάβετ, ἀλλὰ <πᾶσαι αἱ αἱ τῶν πιστευόντων· εἰ γὰρ καὶ τοῖς κατ’ ἐκεῖνο καιροῦ ἀσυμφανὴς ἦν ὁ τῆς θεοτόκου λόγος, ἀλλὰ νῦν ὁσημέραι ἐπὶ πλείω λαλεῖ κα φαίνεται τὸ ἀληθὲς τῶν ὑπ᾿ αὐτῆς προφητευθέντων.