# Fragmenta in Lucam (in catenis) 54

Origen, Fragmenta in Lucam (in catenis), FRAGMENTA.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-in-lucam-in-catenis/54

Τοῦ δέ ἐφεξῆς ῥητοῦ τοιοῦτον εἶναι τὸν λόγον νομίζω· εἴπερ οὖν διὰ τὸ >τὸ σῶμά σου φωτεινὸν< γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἔτι σκοτεινόν, μηδαμῶς ἁμαρτάνοντι ἔτι, οὕτως ἔσται φωτεινὸν τό ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ, κἂν φωτίζῃ, οὐ σκότος λύοντι. Ἀστραπῇ μὲν γὰρ ἔοικε λαμπροτάτῃ ὁ ἀπὸ τοῦ νοῦ φωτισμός, λύχνῳ δέ ἐν ἀστραπῇ φωτιζούσῃ τὸ ἐν τῷ σώματι φῶς, πεφυκότι εἶναι σκό- τος, ἀγομένῳ, ὅπου ὁ νοῦς βούλεται. Εἰ οὖν τῶν ἐν ἀμαθίᾳ καὶ ἀγνοίᾳ ὁ νοῦς τῇ φύσει φῶς τυγχάνων σκότος ἐστίν, πάντως καὶ ὅλον τὸ σῶμα, τοῦτ' ἔστι τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ θυμικὸν καὶ ἐπιθυμητικόν, πολλῷ μᾶλλον σκότος ἐστίν.

---

Origenes, Fragmenta in Lucam (in catenis), ed. Max Rauer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg017.local001/.
