Ancient Greek
Psalm 17
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 17.12
Not analysed yet
v. 12. Καἱ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Ἔθετο τὸ σκότος ἀποκρυφὴν αὐτοῦ, μέσον ἑαυτοῦ τε καὶ ἡμῶν θεὶς, ὥσπερ Μωϋσῆς πάλαι τὸ κάλυμμα μέσον ἑαυτοῦ τε καὶ πωρώσεως Ἰσραὴλ, εἰ μὴ ῥᾳδίως εἴδῃ σκοτεινὴ φύσις, τὸ ἀπόθετον κάλλος μὴ ῥᾳδίως ἐπιτυχοῦσα, ῥᾳδίως καὶ ἀποβάλλει, διὰ τὴν εὐκολίαν τῆς κτίσεως. Διὰ τοῦτο μέσον ἡμῶν τε καὶ Θεοῦ ὁ σωματικὸς οὗτος ἵσταται γνόφος, ὥσπερ ἡ νεφέλη τὸ πάλαι τῶν Αἰγυπτίων καὶ τῶν Ἑβραίων· καὶ τοῦτό ἐστιν ἴσως ὃ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Διὸ καὶ Παῦλός φησιν· Ὁ μόνος ἔχων ἀθανασίαν, καὶ φῶς οἰκῶν ἀπρόσιτον.