Ancient Greek
2.7 to 2.12
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 2.7-12
Not analysed yet
v. 7. Ἐγὼ σήμερον γεγέννηκά σε. Ἀεὶ τὸ σήμερον καλεῖται. v. 8. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη, τὴν κληρονομίαν σου. Τούτων τὰς βασιλείας ἔδειξεν ὁ διάβολος τῷ Σωτῆρι καὶ τὴν δόξαν ἐν στιγμῇ χρόνου. v. 12. Δράξασθε παιδείας. Παιδεία ἐστὶ μετριοπαθεία παθῶν· ὅπερ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς· ἤ γε πρακτική ἐστι διδασκαλία πνευματικὴ, τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα.