Ancient Greek · ~2 min
Psalm 20
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 20.7
Not analysed yet
v. 7. Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Vatic. p. 635, 2. Λέγων πρὸς αὐτόν· Δεῦρο, εὐλογημένος τοῦ Πατρός μου. Ὥσπερ ἀπὸ τοῦ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, οὕτως ἀπὸ Θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ· πρόσωπον δὲ Θεοῦ, ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, μεθ’ οὗ ὁ βασιλεὺς εὐφραίνεται, πεῖραν τοῖς προσδοκωμένοις προβάλλων. Ἢ ὅτι μετὰ τοῦ Θεοῦ Λόγου τῆς εἰκόνος, οὐ γενόμενος ὁ βασιλεὺς, ναὸς αὐτοῦ χρηματίζει, καὶ σύμμορφος αὐτοῦ γενόμενος, εὐφραίνεται.