# Fragmenta in Psalmos 1-150 [Dub.] 22.2

Origen, Fragmenta in Psalmos 1-150 [Dub.], Psalm 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-in-psalmos-1-150-dub/22.2

v. 1, 2. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Vatic. p. 637, 1. Τέλειος ὁ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν γνωριζόμενος, ᾧ καὶ βασιλεὺς, ἀλλ’ οὐ ποιμὴν ἐπιγράφεται Κύριος· ὁ δὲ προκόπτων ἐν εἰσαγωγῇ, πρόβατον κληθείη Θεοῦ, καὶ ποιμαίνεται ὑπ’ αὐτοῦ, καὶ τὸ εὐαγγέλιον νέμεται, καὶ πίνει ὕδωρ, οὗ ὁ πιὼν οὐ διψᾷ· οὔπω δὲ τῆς ἀληθινῆς ἀμπέλου τὸν οἶνον, καὶ ἀναπαύεται διὰ λυτροῦ παλιγγενεσίας, ἀποτιθέμενος τὸ τῶν ἁμαρτημάτων φορτίον. Καὶ ἄλλως δὲ ὁ τὸ πρᾶον καὶ εὐσταθὲς κατορθώσας Χριστοῦ, ὑπ’ αὐτοῦ ποιμαίνεται ἐπὶ τὴν χλόην, τις ἐστὶν ἠθικὴ διδασκαλία, ἐν ᾧ κατεσκήνωσέ με, φησὶν, ἀλλ’ οὐ κατῴκισε. Καὶ ἀλλαχοῦ δὲ, φησίν· αὐτὸς ποιμαίνει ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὅρα δὲ καὶ νόει τὴν χλόην, καὶ νοητὸν αὐτῆς τόπον, καὶ νοητὸν ἀναπαύσεως ὕδωρ, τῷ ἔτι ποιμαινομένῳ διδόμενον, ἕως λογικῆς τραπέζης, καὶ ποτηρίου μεταλαβεῖν τις δυνηθείη. Εἰ ἔτι τι μὴ ἀποκτεῖνον γράμμα, ἐκεῖνο ἔσται χλόη· ποιμαινομένουσι δὲ πνευματικῶς τράπεζα ἡτοιμασμένη, τοῖς ὑπομένουσι τὰς θλίψεις.

---

Origen, Fragmenta in Psalmos 1-150 [Dub.], ed. Jean Baptiste Pitra. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg044.local001/.
