Ancient Greek
Psalm 3
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 3.4
Not analysed yet
v. 4. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἷ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Τὸ τηνικαῦτα ὑψοῦται νοῦς, ὁπηνίκα ἂν ἐπιβάλλῃ τῇ πολυποικίλῳ τοῦ Θεοῦ σοφίᾳ. —Τοῦ ἁγίου δόξα ὁ Θεός. Πᾶς δὲ οὖ δόξα ἐστὶν ὁ Θεὸς, ὑψοῦται ὑπ’ αὐτοῦ. κεφαλὴν, Τὴν τουτέστιν τῆς ψυχῆς τὸ ἔπαρμα. Ὥσπερ γὰρ ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεμεγεθυσμένου παρὰ τὰς τῶν ὑποδεεστέρων κεφαλὰς κάτω κειμένας, οὕτως καὶ διαναστάσης τῆς τοῦ μακαρίου ψυχῆς, ἡ κεφαλὴ ὑψοῦται, Θεοῦ συνεργοῦντος αὐτῇ.