Ancient Greek
Psalm 4
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 4.3
Not analysed yet
v. 3. Υἰοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Τό· υἱοὶ ἀνθρώπων, ὁ μέν τις οἰήσεται περιφραστικῶς εἰρῆσθαι, ὡς καὶ Ἕλλησιν ἔθος τῷ τοιούτῳ χρῆσθαι σχηματισμῷ λέγουσιν· υἶες Ἀχαίων, καὶ τὰ ὅμοια. —Ἐνταῦθα γινώσκομεν ὅτι βαρείας φύσεώς ἐστιν ἡ κακία, διόπερ ὁ ἐρχόμενος εἰς τὴν Αἴγυπτον Κύριος, ἐπὶ νεφέλης λέγεται καθέζεσθαι κούφης. Νεφέλη δὲ κούφη ἐστὶ φύσις λογικὴ, πάσης ἀρετῆς πληρωμένη καὶ γνώσεως.