Ancient Greek · ~2 min
Psalm 5
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 5.12
Not analysed yet
v. 12. Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Τῶν ἐπιβούλων καταλυθέντων, ἡ εὐφροσύνη σοῦ κατασκηνοῦντος ἐν αὐτοῖς εἰς αἰῶνα. Καὶ πῶς γὰρ οὐκ ἀγαλλίασις, ᾧ Θεὸς πάρεστιν, ὡς ἐν ἰδίῳ ναῷ ἐνοικῶν τε καὶ περιπατῶν; ὡς τό μακρύνεσθαι Θεοῦ, τῆς ἁμαρτίας αἰχμαλωτιζούσης, θρήνων ἐπάξιον. Τέλος δὲ τῶν ἀγαθῶν, ἀπολαβεῖν κληρονομίαν καὶ κλῆρον ἔχειν ἐνοικοῦντα Θεόν.