# Fragmenta in Psalmos 1-150 [Dub.] 8.6

Origen, Fragmenta in Psalmos 1-150 [Dub.], Psalm 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/fragmenta-in-psalmos-1-150-dub/8.6

v. 6. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Εὐσεβίου. Πῶς δόξῃ καὶ τιμῇ τὸν ἄνθρωπον ἐστεφάνωσεν ὁ τῶν ὅλων Θεός, νοήσεις, ὅτι ἐπὶ μόνου τοῦ ἀνθρώπου ἀναγέγραπται εἰρηκὼς ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ ἐπιφανειῶν κατηξίωσεν ἑαυτοῦ, καὶ σάρκα περιβεβλημένῳ ὁμιλίας θείας μετέδωκεν, τότε μὲν δι’ ἀγγέλων, τότε δὲ καὶ αὐτὸς δι’ ἑαυτοῦ τοῖς ἁγίοις ὀφθεὶς καὶ χρηματίσας· καὶ ἔτι πρὸς τούτοις θείου Πνεύματος καὶ δυνάμεως οὐρανίου μέτοχον αὐτὸν ἀνέδειξεν, ὡς τὰ μέλλοντα προαγορεύειν, καὶ νόσους παντοίας θεραπεύειν, ἤδη δὲ καὶ νεκροὺς ἐγείρειν· ὁποῖα προφῆται καὶ ἀπόστολοι πεποιηκέναι ἱστοροῦνται· εἴ δὲ ἅπασιν τοῖς λεχθεῖσιν προσθείης τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὴν ἔνσαρκον οἰκονομίαν, ὄψει πῶς εἴρηται· Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, δηλάδη ὅτι τὸν ἄνθρωπον.

---

Origen, Fragmenta in Psalmos 1-150 [Dub.], ed. Jean Baptiste Pitra. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg044.local001/.
