Ancient Greek · ~3 min
Psalm 9
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 9.1
Not analysed yet
v. 1. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Vatic. p. 628, 1. Ἕτεροι δὲ πρὸς αὐτὸν, οὐ περὶ αὐτοῦ τὸν παρόντα φασὶν ᾄδεσθαι ψαλμὸν, ὑπὲρ τῆς ἀνθρωπείας ἐξομολογουμένου φύσεως τοῦ προφήτου, τῶν τελείων ἴδιον λέγοντος τὸ πᾶσαν ἀνατιθέναι τῷ Θεῷ τὴν καρδίαν· Ἀγαπήσεις γὰρ, φησὶ, τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου κτλ. Ὃ δὲ νῦν ἐμφαίνει τό· ἐν ὅλῃ καρδίᾳ μου, ὃ δὲ ποιεῖ, προφητικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προιδὼν, καὶ διηγεῖται ταῦτα, κοινωνοὺς τῆς ἐξομολογήσεως ποιούμενος τοὺς ἀκροατὰς, χαρὰν ἔχων τὸν καρπὸν τοῦ Πνεύματος, ἐπηρμέναις τε θεωρίαις τὰ τοῦ Θεοῦ διηγούμενος θαύματα.