Ancient Greek · ~2 min
Psalm 9
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 9.9
Not analysed yet
v. 9. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Οἰκουμένην μὲν νοήσεις τὴν ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἰοῦ, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατὴρ μου ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ, τοὺς λοιποὺς παρὰ τὴν ἐκκλησίαν, ἢ τοὺς ἐκ περιτομῆς. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τῶν ἀνόμων ἁμαρτόντων, ἀνόμως ἀπολλυμένων. Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν τοὺς ψεκτάς τε πράξεις καὶ ἀσεβὲς ἔχοντας φρόνημα.